previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


45.

ἔστι δ᾽ οἷσι κατήγνυται τοῦ πήχεος τὸ ὀστέον τὸ ὁποτεταγμένον τῷ βραχίονι, ὁτὲ μὲν τὸ χονδρῶδες αὐτοῦ ἀφ᾽ οὗ πέφυκεν τένων ὄπισθεν τοῦ βραχίονος: [ὁτὲ δὲ τὰ πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ:] καὶ ἐπὴν τοῦτο κινηθῇ, πυρετῶδες καὶ κακόηθες γίνεται: τὸ μέντοι ἄρθρον μένει ἐν τῇ ἑωυτοῦ χώρῃ: πᾶσα γὰρ βάσις αὐτέου ταύτῃ ὑπερέχει.

ὅταν δὲ ἀπαγῇ ταύτῃ ὑπερέχει κεφαλὴ τοῦ βραχίονος, πλανωδέστερον τὸ ἄρθρον γίνεται, ἢν παντάπασιν ἀποκαυλισθῇ.

ἀσινέστερα δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντα τὰ κατηγνύμενα τῶν ὀστέων ἐστὶν, οἷσι τὰ μὲν ὀστέα οὐ κατάγνυται, φλέβες δὲ καὶ νεῦρα ἐπίκαιρα ἀμφιφλᾶται ἐν τούτοισι τοῖσι χωρίοισιν: ἐγγυτέρω γὰρ θανάτου πελάζει ταῦτα ἐκεῖνα, ἢν ἐκπυρωθῇ ξυνεχεῖ πυρετῷ: ὀλίγα γε μὴν τὰ τοιαῦτα κατήγματα γίνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: