previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φύγωμεν οὖν τὴν συνήθειαν, φύγωμεν οἷον ἄκραν χαλεπὴν Χαρύβδεως ἀπειλὴν Σειρῆνας μυθικάς: ἄγχει τὸν ἄνθρωπον, τῆς ἀληθείας ἀποτρέπει, ἀπάγει τῆς ζωῆς, παγίς ἐστιν, βάραθρόν ἐστιν, βόθρος ἐστί, λίχνον 1 ἐστὶν κακὸν συνήθεια: [p. 252] κείνου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα. φεύγωμεν, συνναῦται, φεύγωμεν τὸ κῦμα τοῦτο, πῦρ ἐρεύγεται, νῆσός ἐστι πονηρὰ ὀστοῖς καὶ νεκροῖς σεσωρευμένη, ᾄδει δὲ ἐν αὐτῇ πορνίδιον ὡραῖον, ἡδονή, πανδήμῳ τερπόμενον μουσικῇ: δεῦῤ ἄγ̓ ἰών, πολύαιν̓ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, νῆα κατάστησον, ἵνα θειοτέρην ὄπ̓ ἀκούσῃς. ἐπαινεῖ σε, ναῦτα, καὶ πολυύμνητον λέγει, καὶ τὸ κῦδος τῶν Ἑλλήνων πόρνη σφετερίζεται: ἔασον αὐτὴν ἐπινέμεσθαι τοὺς νεκρούς, πνεῦμά σοι 2 οὐράνιον βοηθεῖ: πάριθι τὴν ἡδονήν, βουκολεῖ: μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω, αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν. παράπλει τὴν ᾠδήν, θάνατον ἐργάζεται: ἐὰν ἐθέλῃς μόνον, νενίκηκας τὴν ἀπώλειαν καὶ τῷ ξύλῳ προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε λόγος τοῦ θεοῦ, κἀν 3 τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον: τότε μου κατοπτεύσεις τὸν θεὸν καὶ τοῖς ἁγίοις ἐκείνοις τελεσθήσῃ μυστηρίοις καὶ τῶν ἐν οὐρανοῖς ἀπολαύσεις ἀποκεκρυμμένων, τῶν ἐμοὶ τετηρημένων, ‘ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβητινός. [p. 254] καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας βακχεύων ἔλεγέν τις εἰδώλοις, ἀγνοίᾳ μεθύων ἀκράτῳ: ἐγὼ δ̓ ἂν 4 αὐτὸν οἰκτείραιμι παροινοῦντα καὶ τὸν οὕτω παρανοοῦντα ἐπὶ σωτηρίαν παρακαλέσαιμι σωφρονοῦσαν, ὅτι καὶ κύριος μετάνοιαν ἁμαρτωλοῦ καὶ οὐχὶ θάνατον ἀσπάζεται. ἧκε, παραπλήξ, μὴ θύρσῳ σκηριπτόμενος, μὴ κιττῷ ἀναδούμενος, ῥῖψον τὴν μίτραν, ῥῖψον τὴν νεβρίδα, σωφρόνησον: δείξω σοι τὸν λόγον καὶ τοῦ λόγου τὰ μυστήρια, κατὰ τὴν σὴν διηγούμενος εἰκόνα. ὄρος ἐστὶ τοῦτο θεῷ πεφιλημένον, οὐ τραγῳδίαις ὡς Κιθαιρὼν ὑποκείμενον, ἀλλὰ τοῖς ἀληθείας ἀνακείμενον δράμασιν, ὄρος νηφάλιον, ἁγναῖς ὕλαις σύσκιον: βακχεύουσι δὲ ἐν αὐτῷ οὐχ αἱ Σεμέληςτῆς κεραυνίαςἀδελφαί, αἱ μαινάδες, αἱ δύσαγνον κρεανομίαν μυούμεναι, ἀλλ̓ αἱ τοῦ θεοῦ θυγατέρες, αἱ ἀμνάδες αἱ καλαί, τὰ σεμνὰ τοῦ λόγου θεσπίζουσαι ὄργια, χορὸν ἀγείρουσαι σώφρονα. χορὸς οἱ δίκαιοι, τὸ ᾆσμα ὕμνος ἐστὶ τοῦ πάντων βασιλέως: ψάλλουσιν αἱ κόραι, δοξάζουσιν ἄγγελοι, προφῆται λαλοῦσιν, ἦχος στέλλεται μουσικῆς, δρόμῳ τὸν [p. 256] θίασον διώκουσιν, σπεύδουσιν οἱ κεκλημένοι πατέρα ποθοῦντες ἀπολαβεῖν. ἧκέ μοι, πρέσβυ, καὶ σύ, τὰς Θήβας λιπὼν καὶ τὴν μαντικὴν καὶ τὴν βακχείαν 5 ἀπορρίψας πρὸς ἀλήθειαν χειραγωγοῦ: ἰδού σοι τὸ ξύλον ἐπερείδεσθαι δίδωμι: σπεῦσον, Τειρεσία, πίστευσον: ὄψει: Χριστὸς ἐπιλάμπει φαιδρότερον ἡλίου, δἰ ὃν ὀφθαλμοὶ τυφλῶν ἀναβλέπουσιν: νύξ σε φεύξεται, πῦρ φοβηθήσεται, θάνατος οἰχήσεται: ὄψει τοὺς οὐρανούς, γέρον, Θήβας μὴ βλέπων. τῶν ἁγίων ὡς ἀληθῶς μυστηρίων, φωτὸς ἀκηράτου. δᾳδουχοῦμαι τοὺς οὐρανοὺς καὶ τὸν θεὸν ἐποπτεῦσαι, 6 ἅγιος γίνομαι μυούμενος, ἱεροφαντεῖ δὲ κύριος καὶ τὸν μύστην σφραγίζεται φωταγωγῶν, καὶ παρατίθεται τῷ πατρὶ τὸν πεπιστευκότα αἰῶσι τηρούμενον. ταῦτα τῶν ἐμῶν μυστηρίων τὰ βακχεύματα: εἰ βούλει, καὶ σὺ μυοῦ, καὶ χορεύσεις μετ̓ ἀγγέλων ἀμφὶ τὸν ἀγένητον καὶ ἀνώλεθρον καὶ μόνον ὄντως θεόν, συνυμνοῦντος ἡμῖν τοῦ θεοῦ λόγου. ἀίδιος οὗτος Ἰησοῦς, εἷς 7 μέγας ἀρχιερεὺς θεοῦ τε ἑνὸς τοῦ αὐτοῦ καὶ πατρός, ὑπὲρ ἀνθρώπων εὔχεται καὶ ἀνθρώποις ἐγκελεύεταικέκλυτε, μυρία φῦλα,’ μᾶλλον δὲ ὅσοι τῶν ἀνθρώπων λογικοί, καὶ βάρβαροι καὶ Ἕλληνες: τὸ πᾶν ἀνθρώπων γένος καλῶ, ὧν ἐγὼ δημιουργὸς θελήματι πατρός. ἥκετε ὡς ἐμέ, ὑφ̓ ἕνα ταχθησόμενοι θεὸν καὶ τὸν ἕνα λόγον τοῦ θεοῦ, καὶ μὴ μόνον τῶν ἀλόγων ζῴων πλεονεκτεῖτε τῷ λόγῳ, ἐκ δὲ τῶν θνητῶν ἁπάντων ὑμῖν ἀθανασίαν μόνοις καρπώσασθαι [p. 258] δίδωμι. ἐθέλω γάρ, ἐθέλω καὶ ταύτης ὑμῖν μεταδοῦναι τῆς χάριτος, ὁλόκληρον χορηγῶν τὴν εὐεργεσίαν, ἀφθαρσίαν: καὶ λόγον χαρίζομαι ὑμῖν, τὴν γνῶσιν τοῦ θεοῦ τέλειον ἐμαυτὸν χαρίζομαι. τοῦτό εἰμι ἐγώ, τοῦτο βούλεται θεός, τοῦτο συμφωνία ἐστί, τοῦτο ἁρμονία πατρός, τοῦτο υἱός, τοῦτο Χριστός, τοῦτο λόγος τοῦ θεοῦ, βραχίων κυρίου, δύναμις τῶν ὅλων, τὸ θέλημα τοῦ πατρός. 8 πάλαι μὲν εἰκόνες, οὐ πᾶσαι δὲ ἐμφερεῖς, διορθώσασθαι ὑμᾶς πρὸς τὸ ἀρχέτυπον βούλομαι, ἵνα μοι καὶ ὅμοιοι γένησθε. χρίσω ὑμᾶς τῷ πίστεως ἀλείμματι, δἰ οὗ τὴν φθορὰν ἀποβάλλετε, καὶ γυμνὸν δικαιοσύνης ἐπιδείξω τὸ σχῆμα, δἰ οὗ πρὸς τὸν θεὸν ἀναβαίνετε. ‘δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς: ἄρατε τὸν ζυγόν μου ἐφ̓ ὑμᾶς καὶ μάθετε ἀπ̓ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν: γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.’ σπεύσωμεν, δράμωμεν, θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου ἄνθρωποι 9 ἀγάλματα: σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ὑπολάβωμεν ἀφθαρσίαν, 10 καλὸν ἡνίοχον ἀνθρώπων τὸν Χριστὸν ἀγαπήσωμεν: τὸν πῶλον ὑποζύγιον ἤγαγε σὺν τῷ παλαιῷ: καὶ τῶν ἀνθρώπων τὴν συνωρίδα καταζεύξας, εἰς ἀθανασίαν κατιθύνει τὸ ἅρμα, σπεύδων πρὸς τὸν θεὸν πληρῶσαι ἐναργῶς ᾐνίξατο, πρότερον μὲν εἰς Ἱερουσαλήμ, νῦν δὲ εἰσελαύνων [p. 260] οὐρανούς, κάλλιστον θέαμα τῷ πατρὶ υἱὸς ἀίδιος νικηφόρος. φιλότιμοι τοίνυν πρὸς τὰ καλὰ καὶ θεοφιλεῖς ἄνθρωποι γενώμεθα, καὶ τῶν ἀγαθῶν 11 τὰ μέγιστα, θεὸν καὶ ζωήν, κτησώμεθα. ἀρωγὸς δὲ λόγος: θαρρῶμεν αὐτῷ καὶ μή ποτε ἡμᾶς τοσοῦτος ἀργύρου καὶ χρυσοῦ, μὴ δόξης ἐπέλθῃ πόθος, ὅσος αὐτοῦ τοῦ τῆς ἀληθείας λόγου. οὐδὲ γὰρ οὐδὲ τῷ θεῷ αὐτῷ ἀρεστόν, εἰ ἡμεῖς τὰ μὲν πλείστου ἄξια περὶ 12 ἐλαχίστου ποιούμεθα, ἀγνοίας 13 δὲ καὶ ἀμαθίας καὶ ῥᾳθυμίας καὶ εἰδωλολατρείας ὕβρεις περιφανεῖς καὶ τὴν ἐσχάτην δυσσέβειαν περὶ πλείονος αἱρούμεθα. 14 Οὐ γὰρ ἀπὸ τρόπου φιλοσόφων παῖδες πάντα ὅσα πράττουσιν οἱ ἀνόητοι, ἀνοσιουργεῖν καὶ ἀσεβεῖν νομίζουσιν καὶ αὐτήν γε ἔτι 15 τὴν ἄγνοιαν μανίας εἶδος ὑπογράφοντες οὐδὲν ἄλλο μεμηνέναι τοὺς πολλοὺς ὁμολογοῦσιν. οὐ δὴ οὖν ἀμφιβάλλειν αἱρεῖ 16 μεμηνέναι: ἐχομένους δὲ ἀπρὶξ τῆς ἀληθείας παντὶ σθένει ἕπεσθαι χρὴ τῷ θεῷ σωφρονοῦντας καὶ πάντα αὐτοῦ νομίζειν, ὥσπερ ἔστι, πρὸς δὲ καὶ ἡμᾶς τὸ κάλλιστον τῶν κτημάτων μεμαθηκότας ὄντας αὐτοῦ, σφᾶς αὐτοὺς ἐπιτρέπειν τῷ θεῷ, ἀγαπῶντας κύριον τὸν θεὸν καὶ τοῦτο παῤ ὅλον τὸν βίον ἔργον ἡγουμένους. εἰ δὲκοινὰ τὰ φίλων,’ θεοφιλὴς δὲ ἄνθρωπος ῾καὶ γὰρ οὖν φίλος τῷ θεῷ, 17 μεσιτεύοντος τοῦ λόγοὐ, γίνεται δὴ οὖν [p. 262] τὰ πάντα τοῦ ἀνθρώπου, ὅτι τὰ πάντα τοῦ θεοῦ, καὶ κοινὰ ἀμφοῖν τοῖν φίλοιν τὰ πάντα, τοῦ θεοῦ καὶ ἀνθρώπου. ὥρα οὖν ἡμῖν μόνον τὸν θεοσεβῆ Χριστιανὸν 18 εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ̓ ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύεινδίκαιον καὶ ὅσιον μετὰ φρονήσεωςγενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ. οὐκ ἀποκρύπτεται γοῦν προφήτης τὴν χάριν λέγων, ‘ἐγὼ εἶπον ὅτι θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.’ ἡμᾶς γάρ, ἡμᾶς εἰσπεποίηται καὶ ἡμῶν ἐθέλει μόνων κεκλῆσθαι πατήρ, οὐ τῶν ἀπειθούντων. καὶ γὰρ οὖν ὧδέ πως ἔχει τὰ ἡμέτερα τῶν Χριστοῦ ὀπαδῶν: οἷαι μὲν αἱ βουλαί, τοῖοι καὶ οἱ λόγοι, ὁποῖοι δὲ οἱ λόγοι, τοιαίδε καὶ αἱ πράξεις, καὶ ὁποῖα τὰ ἔργα, τοιοῦτος βίος: χρηστὸς σύμπας ἀνθρώπων βίος τῶν Χριστὸν ἐγνωκότων. Ἅλις οἶμαι τῶν λόγων, εἰ καὶ μακροτέρω προῆλθον ὑπὸ φιλανθρωπίας τι περ εἶχον ἐκ θεοῦ ἐκχέων, ὡς ἂν ἐπὶ τὸ μέγιστον τῶν ἀγαθῶν, τὴν σωτηρίαν, παρακαλῶν: περὶ γάρ τοι τῆς παῦλαν οὐδαμῇ οὐδαμῶς ἐχούσης ζωῆς οὐκ ἐθέλουσιν οὐδ̓ οἱ λόγοι παύσασθαί ποτε ἱεροφαντοῦντες. ὑμῖν δὲ ἔτι τοῦτο περιλείπεται πέρας τὸ λυσιτελοῦν ἑλέσθαι, κρίσιν χάριν: ὡς ἔγωγε οὐδ̓ ἀμφιβάλλειν ἀξιῶ, πότερον ἄμεινον αὐτοῖν: οὐδὲ μὴν συγκρίνεσθαι θέμις ζωὴν ἀπωλείᾳ.

1 li/xnon Mayor. li/xnos MSS.

2 soi Höschel. se MSS.

3 ka)n Mayor. kai\ MSS.

4 a(\n inserted by Stählin.

5 bakxei/an Wilamositz. bakxikh\n MSS.

6 e)popteu=sai Schsartz. e)popteu/sas MSS.

7 o( Wilamositz.

8 w)= Wilamositz. w(=n MSS.

9 a)/nqrwpoi *heysc.

10 u(pola/bwmen a)fqarsi/an Mayor. u(poba/lwmen a)fqarsi/ai MSS. e)piba/lwmen a)fqarsi/a| Wilamositz (shom Stählin folloss).

11 a)gaqw=n Stählin. a)paqw=n MSS.

12 peri\ Cobet. u(pe\r MSS.

13 a)gnoi/as Markland. a)noi/as MSS.

14 ai(rou/meqa Stählin. ai(rw/meqa MSS.

15 e)/ti Wilamositz.

16 ai(rei= Cobet. e)rei= MSS.

17 tw=| qew=| after fi/los Wilamositz, after a)/nqrwpos MSS. tw=| qew=| Cobet.

18 *xristiano\n Wilamositz.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: