next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀμφίων Θηβαῖος καὶ Ἀρίων Μηθυμναῖος ἄμφω μὲν ἤστην ᾠδικώ, μῦθος δὲ ἄμφω: καὶ τὸ ᾆσμα εἰσέτι τοῦτο Ἑλλήνων ᾄδεται χορῷ, τέχνῃ τῇ μουσικῇ μὲν ἰχθὺν δελεάσας, δὲ Θήβας τειχίσας. Θρᾴκιος δὲ ἄλλος σοφιστὴς ῾ἄλλος οὗτος μῦθος Ἑλληνικός᾿ ἐτιθάσευε τὰ θηρία γυμνῇ τῇ ᾠδῇ καὶ δὴ τὰ δένδρα, τὰς φηγούς, μετεφύτευε τῇ μουσικῇ. ἔχοιμ̓ ἄν σοι καὶ ἄλλον τούτοις ἀδελφὸν διηγήσασθαι μῦθον καὶ ᾠδόν, Εὔνομον τὸν Λοκρὸν καὶ τέττιγα τὸν Πυθικόν. πανήγυρις Ἑλληνικὴ ἐπὶ νεκρῷ δράκοντι συνεκροτεῖτο Πυθοῖ, ἐπιτάφιον ἑρπετοῦ ᾄδοντος Εὐνόμου: ὕμνος θρῆνος ὄφεως [p. 4] ἦν ᾠδή, οὐκ ἔχω λέγειν: ἀγὼν δὲ ἦν καὶ ἐκιθάριζεν ὥρᾳ καύματος Εὔνομος, ὁπηνίκα οἱ τέττιγες ὑπὸ τοῖς πετάλοις ᾖδον ἀνὰ τὰ ὄρη θερόμενοι ἡλίῳ. ᾖδον δὲ ἄρα οὐ τῷ δράκοντι τῷ νεκρῷ, τῷ Πυθικῷ, ἀλλὰ τῷ θεῷ τῷ πανσόφῳ αὐτόνομον ᾠδήν, τῶν Εὐνόμου βελτίονα νόμων: ῥήγνυται χορδὴ τῷ Λοκρῷ: ἐφίπταται τέττιξ τῷ ζυγῷ: ἐτερέτιζεν ὡς ἐπὶ κλάδῳ τῷ ὀργάνῳ: καὶ τοῦ τέττιγος τῷ ᾄσματι ἁρμοσάμενος ᾠδὸς τὴν λείπουσαν ἀνεπλήρωσε χορδήν. οὔκουν ᾠδῇ τῇ Εὐνόμου ἄγεται τέττιξ, ὡς μῦθος βούλεται, χαλκοῦν ἀναστήσας Πυθοῖ τὸν Εὔνομον αὐτῇ τῇ κιθάρᾳ καὶ τὸν συναγωνιστὴν τοῦ Λοκροῦ: δὲ ἑκὼν ἐφίπταται καὶ ᾄδει ἑκών, Ἕλλησι δὲ ἐδόκει 1 ὑποκριτὴς γεγονέναι μουσικῆς. Πῇ δὴ οὖν μύθοις κενοῖς πεπιστεύκατε, θέλγεσθαι μουσικῇ τὰ ζῷα ὑπολαμβάνοντες; ἀληθείας δὲ ὑμῖν τὸ πρόσωπον τὸ φαιδρὸν μόνον, ὡς ἔοικεν, ἐπίπλαστον εἶναι δοκεῖ καὶ τοῖς ἀπιστίας ὑποπέπτωκεν ὀφθαλμοῖς. Κιθαιρὼν δὲ ἄρα καὶ Ἑλικὼν καὶ τὰ Ὀδρυσῶν ὄρη καὶ Θρᾳκῶν, τελεστήρια τῆς πλάνης, διὰ τὰ μυστήρια 2 τεθείασται καὶ καθύμνηται. ἐγὼ μέν, εἰ καὶ μῦθός εἰσι, δυσανασχετῶ τοσαύταις ἐκτραγῳδουμέναις συμφοραῖς: ὑμῖν δὲ καὶ τῶν κακῶν αἱ ἀναγραφαὶ γεγόνασι δράματα καὶ τῶν δραμάτων οἱ ὑποκριταὶ θυμηδίας θεάματα. ἀλλὰ [p. 6] γὰρ τὰ μὲν δράματα καὶ τοὺς ληναΐζοντας ποιητάς, τέλεον ἤδη παροινοῦντας, κιττῷ που ἀναδήσαντες, ἀφραίνοντας ἐκτόπως τελετῇ βακχικῇ, αὐτοῖς σατύροις καὶ θιάσῳ μαινόλῃ, σὺν καὶ τῷ ἄλλῳ δαιμόνων χορῷ, ἐν 3 Ἑλικῶνι καὶ Κιθαιρῶνι κατακλείσωμεν γεγηρακόσιν, κατάγωμεν δὲ ἄνωθεν ἐξ οὐρανῶν ἀλήθειαν ἅμα φανοτάτῃ φρονήσει εἰς ὄρος ἅγιον θεοῦ καὶ χορὸν τὸν ἅγιον τὸν προφητικόν. δὲ ὡς ὅτι μάλιστα τηλαυγὲς ἀποστίλβουσα φῶς καταυγαζέτω πάντῃ τοὺς ἐν σκότει κυλινδουμένους καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἀπαλλαττέτω, τὴν ὑπερτάτην ὀρέγουσα δεξιάν, τὴν σύνεσιν, εἰς σωτηρίαν. οἱ δὲ ἀνανεύσαντες καὶ ἀνακύψαντες Ἑλικῶνα μὲν καὶ Κιθαιρῶνα καταλειπόντων, οἰκούντων δὲ Σιών: ‘ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ,’ λόγος οὐράνιος, γνήσιος ἀγωνιστὴς ἐπὶ τῷ παντὸς κόσμου θεάτρῳ στεφανούμενος. ᾄδει δέ γε Εὔνομος ἐμὸς οὐ τὸν Τερπάνδρου νόμον οὐδὲ τὸν Καπίωνος, οὐδὲ μὴν Φρύγιον Λύδιον Δώριον, ἀλλὰ τῆς καινῆς ἁρμονίας τὸν ἀίδιον νόμον, τὸν φερώνυμον τοῦ θεοῦ, τὸ ᾆσμα τὸ καινόν, τὸ Λευιτικόν, ‘νηπενθές τ̓ ἄχολόν τε, κακῶν ἐπίληθες ἁπάντων.’ γλυκύ τι καὶ ἀληθινὸν φάρμακον πειθοῦς 4 ἐγκέκραται τῷ ᾄσματι. [p. 8] Ἐμοὶ μὲν οὖν δοκοῦσιν Θρᾴκιος ἐκεῖνος Ὀρφεὺς 5 καὶ Θηβαῖος καὶ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματί τε 6 μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνῳ τινὶ γοητείᾳ δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικοδομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ̓ οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες. Ἀλλ̓ οὐ τοιόσδε ᾠδὸς ἐμὸς οὐδ̓ εἰς μακρὰν καταλύσων ἀφῖκται τὴν δουλείαν τὴν πικρὰν τῶν τυραννούντων δαιμόνων, ὡς δὲ τὸν πρᾶον καὶ φιλάνθρωπον τῆς θεοσεβείας μετάγων ἡμᾶς ζυγὸν αὖθις εἰς οὐρανοὺς ἀνακαλεῖται τοὺς εἰς γῆν ἐρριμμένους. μόνος γοῦν τῶν πώποτε τὰ ἀργαλεώτατα θηρία, τοὺς ἀνθρώπους, ἐτιθάσευεν, πτηνὰ μὲν τοὺς κούφους αὐτῶν, ἑρπετὰ δὲ τοὺς ἀπατεῶνας, καὶ λέοντας μὲν τοὺς θυμικούς, σύας δὲ τοὺς ἡδονικούς, λύκους δὲ τοὺς ἁρπακτικούς. λίθοι δὲ καὶ ξύλα οἱ ἄφρονες: πρὸς δὲ καὶ λίθων ἀναισθητότερος ἄνθρωπος ἀγνοίᾳ βεβαπτισμένος. μάρτυς ἡμῖν προφητικὴ παρίτω φωνή, συνῳδὸς ἀληθείας, τοὺς ἐν ἀγνοίᾳ καὶ ἀνοίᾳ κατατετριμμένους οἰκτείρουσα: ‘δυνατὸς γὰρ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.’ ὃς κατελεήσας τὴν ἀμαθίαν τὴν πολλὴν [p. 10] καὶ τὴν σκληροκαρδίαν τῶν εἰς τὴν ἀλήθειαν λελιθωμένων ἤγειρεν θεοσεβείας σπέρμα ἀρετῆς αἰσθόμενον ἐκ λίθων ἐκείνων, τῶν λίθοις πεπιστευκότων ἐθνῶν. αὖθις οὖν ἰοβόλους τινὰς καὶ παλιμβόλους ὑποκριτὰς ἐφοδεύοντας δικαιοσύνῃγεννήματα ἐχιδνῶνκέκληκέ που: ἀλλὰ καὶ τούτων εἴ τις τῶν ὄφεων μετανοήσαι ἑκών, ἑπόμενος δὴ τῷ λόγῳἄνθρωποςγίνεταιθεοῦ.’ ‘λύκουςδὲ ἄλλους ἀλληγορεῖ προβάτων κῳδίοις ἠμφιεσμένους, τοὺς ἐν ἀνθρώπων μορφαῖς ἁρπακτικοὺς αἰνιττόμενος. καὶ πάντα ἄρα ταῦτα τὰ ἀγριώτατα θηρία καὶ τοὺς τοιούτους λίθους οὐράνιος ᾠδὴ αὐτὴ μετεμόρφωσεν εἰς ἀνθρώπους ἡμέρους. ‘ἦμεν γάρ, ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἡδοναῖς καὶ ἐπιθυμίαις ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους,’ φησιν ἀποστολικὴ γραφή: ‘ὅτε δὲ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς.’ Ὅρα τὸ ᾆσμα τὸ καινὸν ὅσον ἴσχυσεν: ἀνθρώπους ἐκ λίθων καὶ ἀνθρώπους ἐκ θηρίων πεποίηκεν. οἱ δὲ τηνάλλως νεκροί, οἱ τῆς ὄντως οὔσης ἀμέτοχοι ζωῆς, ἀκροαταὶ μόνον γενόμενοι τοῦ ᾄσματος ἀνεβίωσαν. τοῦτό τοι καὶ τὸ πᾶν ἐκόσμησεν ἐμμελῶς καὶ τῶν στοιχείων τὴν διαφωνίαν εἰς τάξιν ἐνέτεινε συμφωνίας, ἵνα δὴ ὅλος κόσμος αὐτῷ ἁρμονία γένηται: καὶ θάλατταν μὲν ἀνῆκεν λελυμένην, γῆς δὲ ἐπιβαίνειν κεκώλυκεν αὐτήν, γῆν δ̓ ἔμπαλιν ἐστερέωσεν φερομένην καὶ ὅρον αὐτὴν 7 [p. 12] ἔπηξεν θαλάττης: ναὶ μὴν καὶ πυρὸς ὁρμὴν ἐμάλαξεν ἀέρι, οἱονεὶ Δώριον ἁρμονίαν κεράσας Λυδίῳ: καὶ τὴν ἀέρος ἀπηνῆ ψυχρότητα τῇ παραπλοκῇ τοῦ πυρὸς ἐτιθάσευεν, τοὺς νεάτους τῶν ὅλων φθόγγους τούτους κιρνὰς ἐμμελῶς. καὶ δὴ τὸ ᾆσμα τὸ ἀκήρατον, ἔρεισμα τῶν ὅλων καὶ ἁρμονία τῶν πάντων, ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα διαταθέν, ἡρμόσατο τόδε τὸ πᾶν, οὐ κατὰ τὴν Θρᾴκιον μουσικήν, τὴν παραπλήσιον Ἰουβάλ, κατὰ δὲ τὴν πάτριον τοῦ θεοῦ βούλησιν, ἣν ἐζήλωσε Δαυίδ. δὲ ἐκ Δαυὶδ καὶ πρὸ αὐτοῦ, τοῦ θεοῦ λόγος, λύραν μὲν καὶ κιθάραν, τὰ ἄψυχα ὄργανα, ὑπεριδών, κόσμον δὲ τόνδε καὶ δὴ καὶ τὸν σμικρὸν κόσμον, τὸν ἄνθρωπον, ψυχήν τε καὶ σῶμα αὐτοῦ, ἁγίῳ πνεύματι ἁρμοσάμενος, ψάλλει τῷ θεῷ διὰ τοῦ πολυφώνου ὀργάνου καὶ προσᾴδει τῷ ὀργάνῳ τῷ ἀνθρώπῳ. ‘σὺ γὰρ εἶ κιθάρα καὶ αὐλὸς καὶ ναὸς ἐμοί’: κιθάρα διὰ τὴν ἁρμονίαν, αὐλὸς διὰ τὸ πνεῦμα, ναὸς διὰ τὸν λόγον, ἵν̓ μὲν κρέκῃ, τὸ δὲ ἐμπνέῃ, δὲ χωρήσῃ τὸν κύριον. ναὶ μὴν Δαυὶδ βασιλεύς, κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνή σθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ εἰδώλων, πολλοῦ γε ἔδει ὑμνεῖν αὐτὸν τοὺς δαίμονας ἀληθεῖ πρὸς αὐτοῦ διωκομένους μουσικῇ, τοῦ Σαοὺλ ἐνεργουμένου 8 ἐκεῖνος 9 ᾄδων μόνον αὐτὸν ἰάσατο. καλὸν κύριος ὄργανον ἔμπνουν [p. 14] τὸν ἄνθρωπον ἐξειργάσατο κατ̓ εἰκόνα τὴν ἑαυτοῦ: ἀμέλει καὶ αὐτὸς ὄργανόν ἐστι τοῦ θεοῦ παναρμόνιον, ἐμμελὲς καὶ ἅγιον, σοφία ὑπερκόσμιος, οὐράνιος λόγος. Τί δὴ οὖν τὸ ὄργανον, τοῦ θεοῦ λόγος, κύριος, καὶ τὸ ᾆσμα τὸ καινὸν βούλεται; ὀφθαλμοὺς ἀναπετάσαι τυφλῶν καὶ ὦτα ἀνοῖξαι κωφῶν καὶ σκάζοντας τὼ πόδε πλανωμένους εἰς δικαιοσύνην χειραγωγῆσαι, θεὸν ἀνθρώποις ἀφραίνουσιν ἐπιδεῖξαι, παῦσαι φθοράν, νικῆσαι θάνατον, υἱοὺς ἀπειθεῖς διαλλάξαι πατρί. φιλάνθρωπον τὸ ὄργανον τοῦ θεοῦ: κύριος ἐλεεῖ, παιδεύει, προτρέπει, νουθετεῖ, σῴζει, φυλάττει καὶ μισθὸν ἡμῖν τῆς μαθήσεως ἐκ περιουσίας βασιλείαν οὐρανῶν ἐπαγγέλλεται, τοῦτο μόνον ἀπολαύων ἡμῶν, σῳζόμεθα. κακία μὲν γὰρ τὴν ἀνθρώπων ἐπιβόσκεται φθοράν, δὲ ἀλήθεια ὥσπερ μέλιττα, λυμαινομένη τῶν ὄντων οὐδέν, ἐπὶ μόνης τῆς ἀνθρώπων ἀγάλλεται σωτηρίας. ἔχεις οὖν τὴν ἐπαγγελίαν, ἔχεις τὴν φιλανθρωπίαν: τῆς χάριτος μεταλάμβανε. Καί μου τὸ ᾆσμα τὸ σωτήριον μὴ καινὸν οὕτως ὑπολάβῃς ὡς σκεῦος ὡς οἰκίαν: ‘πρὸ ἑωσφόρουγὰρ ἦν, καὶἐν ἀρχῇ ἦν λόγος καὶ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν λόγος’: παλαιὰ δὲ πλάνη, καινὸν δὲ ἀλήθεια φαίνεται. εἴτ̓ οὖν ἀρχαίους τοὺς Φρύγας διδάσκουσιν αἶγες μυθικαί, εἴτε αὖ τοὺς Ἀρκάδας οἱ προσελήνους ἀναγράφοντες [p. 16] ποιηταί, εἴτε μὴν αὖ τοὺς Αἰγυπτίους οἱ καὶ πρώτην ταύτην ἀναφῆναι τὴν γῆν θεούς τε καὶ ἀνθρώπους ὀνειρώσσοντες: ἀλλ̓ οὐ πρὸ γε τοῦ κόσμου τοῦδε τούτων οὐδὲ εἷς, πρὸ δὲ τῆς τοῦ κόσμου καταβολῆς ἡμεῖς, οἱ τῷ δεῖν ἔσεσθαι ἐν αὐτῷ πρότερον γεγεννημένοι τῷ θεῷ, τοῦ θεοῦ λόγου τὰ λογικὰ πλάσματα ἡμεῖς, δἰ ὃν ἀρχαΐζομεν, ὅτιἐν ἀρχῇ λόγος ἦν.’ ἀλλ̓ ὅτι μὲν ἦν λόγος ἄνωθεν, ἀρχὴ θεία τῶν πάντων ἦν τε καὶ ἔστιν: ὅτι δὲ νῦν ὄνομα ἔλαβεν τὸ πάλαι καθωσιωμένον, δυνάμεως ἄξιον, Χριστός, καινὸν ᾆσμά μοι κέκληται. Αἴτοις 10 γοῦν λόγος, Χριστός, καὶ τοῦ εἶναι πάλαι ἡμᾶς ῾ἦν γὰρ ἐν θεᾦ, καὶ τοῦ εὖ εἶναι: νῦν δὴ ἐπεφάνη ἀνθρώποις αὐτὸς οὗτος λόγος, μόνος ἄμφω, θεός τε καὶ ἄνθρωπος, ἁπάντων ἡμῖν αἴτιος ἀγαθῶν: παῤ οὗ τὸ εὖ ζῆν ἐκδιδασκόμενοι εἰς ἀίδιον ζωὴν παραπεμπόμεθα. κατὰ γὰρ τὸν θεσπέσιον ἐκεῖνον τοῦ κυρίου ἀπόστολον χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ἐπεφάνη, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.’ τοῦτό ἐστι τὸ ᾆσμα τὸ καινόν, ἐπιφάνεια νῦν ἐκλάμψασα ἐν ἡμῖν τοῦ ἐν ἀρχῇ ὄντος καὶ προόντος λόγου: ἐπεφάνη δὲ ἔναγχος προὼν σωτήρ, ἐπεφάνη ἐν τῷ ὄντι ὤν, ὅτι λόγος 11 ἦν πρὸς [p. 18] τὸν θεόν,’ διδάσκαλος, ἐπεφάνη τὰ πάντα δεδημιούργηται λόγος, καὶ τὸ ζῆν ἐν ἀρχῇ μετὰ τοῦ πλάσαι παρασχὼν ὡς δημιουργός, τὸ εὖ ζῆν ἐδίδαξεν ἐπιφανεὶς ὡς διδάσκαλος, ἵνα τὸ ἀεὶ ζῆν ὕστερον ὡς θεὸς χορηγήσῃ. δὲ οὐ νῦν γε πρῶτον ᾤκτειρεν ἡμᾶς τῆς πλάνης, ἀλλ̓ ἄνωθεν ἀρχῆθεν, νῦν δὲ ἤδη ἀπολλυμένους ἐπιφανεὶς περισέσωκεν. τὸ γὰρ πονηρὸν καὶ ἑρπηστικὸν θηρίον γοητεῦον καταδουλοῦται καὶ αἰκίζεται εἰσέτι νῦν τοὺς ἀνθρώπους, ἐμοὶ δοκεῖν, βαρβαρικῶς τιμωρούμενον, οἳ νεκροῖς τοὺς αἰχμαλώτους συνδεῖν λέγονται σώμασιν, ἔστ̓ ἂν αὐτοῖς καὶ συσσαπῶσιν. γοῦν πονηρὸς οὑτοσὶ τύραννος καὶ δράκων, οὓς ἂν οἷός τε 12 ἐκ γενετῆς σφετερίσασθαι, λίθοις καὶ ξύλοις καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων συνέθαψεν αὐτούς, ἔστ̓ ἂν καὶ συμφθαρῶσιν. οὗ δὴ χάριν ῾εἷς γὰρ ἀπατεὼν ἄνωθεν μὲν τὴν Εὔαν, νῦν δὲ ἤδη καὶ τοὺς ἄλλους ἀνθρώπους εἰς θάνατον ὑποφέρων̓ εἷς καὶ αὐτὸς 13 ἐπίκουρος καὶ βοηθὸς ἡμῖν κύριος, προμηνύων ἀρχῆθεν προφητικῶς, νῦν δὲ ἤδη καὶ ἐναργῶς εἰς σωτηρίαν παρακαλῶν. Φύγωμεν οὖν ἀποστολικῇ πειθόμενοι παραγγελίᾳτὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας,’ καὶ τῷ σωτῆρι τῷ κυρίῳ προσδράμωμεν, ὃς καὶ νῦν καὶ ἀεὶ προὔτρεπεν εἰς σωτηρίαν, διὰ [p. 20] τεράτων καὶ σημείων ἐν Αἰγύπτῳ, ἐν ἐρήμῳ δὲ 14 διά τε τῆς βάτου καὶ τῆς ἀκολουθούσης χάριτι φιλανθρωπίας θεραπαίνης δίκην Ἑβραίοις νεφέλης. τούτων μὲν δὴ τῷ φόβῳ τοὺς σκληροκαρδίους προὔτρεπεν: ἤδη δὲ καὶ διὰ Μωσέως τοῦ πανσόφου καὶ τοῦ φιλαλήθους Ἡσαΐα καὶ παντὸς τοῦ προφητικοῦ χοροῦ λογικώτερον ἐπὶ τὸν λόγον ἐπιστρέφει τοὺς ὦτα 15 κεκτημένους: καὶ ἔσθ̓ ὅπῃ μὲν λοιδορεῖται, ἔστιν δ̓ οὗ καὶ ἀπειλεῖ: τοὺς δὲ καὶ θρηνεῖ τῶν ἀνθρώπων: ᾄδει δὲ ἄλλοις, καθάπερ ἰατρὸς ἀγαθὸς τῶν νοσούντων σωμάτων τὰ μὲν καταπλάττων, τὰ δὲ καταλεαίνων, τὰ δὲ καταντλῶν, τὰ δὲ καὶ σιδήρῳ διαιρῶν, ἐπικαίων δὲ ἄλλα, ἔστι δ̓ οὗ καὶ ἀποπρίων, εἴ πως οἷόν τε κἂν παρὰ μέρος μέλος τὸν ἄνθρωπον ὑγιᾶναι. πολύφωνός γε σωτὴρ καὶ πολύτροπος εἰς ἀνθρώπων σωτηρίαν: ἀπειλῶν νουθετεῖ, λοιδορούμενος ἐπιστρέφει, θρηνῶν ἐλεεῖ, ψάλλων παρακαλεῖ, διὰ βάτου λαλεῖ ῾σημείων ἐκεῖνοι καὶ τεράτων ἔχρῃζον̓ καὶ τῷ πυρὶ δεδίττεται τοὺς ἀνθρώπους, ἀνάπτων ἐκ κίονος τὴν φλόγα, δεῖγμα ὁμοῦ χάριτος καὶ φόβου: ἐὰν ὑπακούσῃς, τὸ φῶς, ἐὰν παρακούσῃς, τὸ πῦρ. ἐπειδὴ δὲ καὶ κίονος καὶ βάτου σὰρξ τιμιωτέρα, προφῆται μετ̓ ἐκεῖνα φθέγγονται, αὐτὸς ἐν Ἡσαΐᾳ κύριος λαλῶν, αὐτὸς ἐν Ἡλίᾳ, ἐν στόματι προφητῶν αὐτός: σὺ δὲ ἀλλ̓ εἰ προφήταις μὴ πιστεύεις, μῦθον δ̓ ὑπολαμβάνεις καὶ τοὺς ἄνδρας καὶ τὸ [p. 22] πῦρ, αὐτός σοι λαλήσει κύριος, ‘ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ: ἐκένωσεν δὲ ἑαυτόν φιλοικτίρμων θεός, σῶσαι τὸν ἄνθρωπον γλιχόμενος: καὶ αὐτὸς ἤδη σοὶ ἐναργῶς λόγος λαλεῖ, δυσωπῶν τὴν ἀπιστίαν, ναί φημι, λόγος τοῦ θεοῦ ἄνθρωπος γενόμενος, ἵνα δὴ καὶ σὺ παρὰ ἀνθρώπου μάθῃς, πῇ ποτε ἄρα ἄνθρωπος γένηται θεός. Εἶτ̓ οὐκ ἄτοπον, φίλοι, τὸν μὲν θεὸν ἀεὶ προτρέπειν ἡμᾶς ἐπ̓ ἀρετήν, ἡμᾶς δὲ ἀναδύεσθαι τὴν ὠφέλειαν καὶ ἀναβάλλεσθαι τὴν σωτηρίαν; γὰρ οὐχὶ καὶ Ἰωάννης ἐπὶ σωτηρίαν παρακαλεῖ καὶ τὸ πᾶν γίνεται φωνὴ προτρεπτική; πυθώμεθα τοίνυν αὐτοῦ: ‘τίς πόθεν εἶς ἀνδρῶν;’ Ἡλίας μὲν οὐκ ἐρεῖ, Χριστὸς δὲ εἶναι ἀρνήσεται: φωνὴ δὲ ὁμολογήσει ἐν ἐρήμῳ βοῶσα. τίς οὖν ἔστιν Ἰωάννης; ὡς τύπῳ λαβεῖν, ἐξέστω εἰπεῖν, φωνὴ τοῦ λόγου προτρεπτικὴ ἐν ἐρήμῳ βοῶσα. τί βοᾷς, φωνή; ‘εἰπὲ καὶ ἡμῖν.’ ‘εὐθείας ποιεῖτε τὰς ὁδοὺς κυρίου.’ πρόδρομος Ἰωάννης καὶ φωνὴ πρόδρομος τοῦ λόγου, φωνὴ παρακλητική, προετοιμάζουσα εἰς σωτηρίαν, φωνὴ προτρέπουσα εἰς κληρονομίαν οὐρανῶν: δἰ ἣν στεῖρα καὶ ἔρημος ἄγονος οὐκέτι. Ταύτην μοι τὴν κυοφορίαν προεθέσπισεν ἀγγέλου φωνή: πρόδρομος ἦν κἀκείνη τοῦ κυρίου, στεῖραν εὐαγγελιζομένη γυναῖκα, ὡς Ἰωάννης τὴν ἔρημον. διὰ ταύτην τοίνυν τοῦ λόγου τὴν φωνὴν στεῖρα [p. 24] εὐτεκνεῖ καὶ ἔρημος καρποφορεῖ. αἱ πρόδρομοι τοῦ κυρίου φωναὶ δύο, ἀγγέλου καὶ Ἰωάννου, αἰνίσσονταί μοι τὴν ἐναποκειμένην σωτηρίαν, ὡς ἐπιφανέντος τοῦ λόγου τοῦδε εὐτεκνίας ἡμᾶς καρπὸν ἀπενέγκασθαι, ζωὴν ἀίδιον. ἄμφω γοῦν ἐς ταὐτὸν ἀγαγοῦσα τὰ φωνὰ γραφὴ σαφηνίζει τὸ πᾶν: ‘ἀκουσάτω οὐ τίκτουσα: ῥηξάτω φωνὴν οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα.’ ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς προὔτρεπεν Ἰωάννης νοῆσαι τὸν γεωργόν, ζητῆσαι τὸν ἄνδρα. εἷς γὰρ καὶ αὐτὸς οὗτος, τῆς στείρας ἀνήρ, τῆς ἐρήμου γεωργός, τῆς θείας ἐμπλήσας δυνάμεως καὶ τὴν στεῖραν καὶ τὴν ἔρημον. ἐπεὶ γὰρ πολλὰ τὰ τέκνα τῆς εὐγενοῦς, ἄπαις δὲ ἦν διὰ ἀπείθειαν πολύπαις ἀνέκαθεν Ἑβραία γυνή, στεῖρα τὸν ἄνδρα λαμβάνει καὶ ἔρημος τὸν γεωργόν: εἶτα μὲν καρπῶν, δὲ πιστῶν, ἄμφω δὲ μητέρες διὰ τὸν λόγον: ἀπίστοις δὲ εἰσέτι νῦν καὶ στεῖρα καὶ ἔρημος περιλείπεται. μὲν Ἰωάννης, κῆρυξ τοῦ λόγου, ταύτῃ πῃ παρεκάλει ἑτοίμους γίνεσθαι εἰς θεοῦ, τοῦ Χριστοῦ, παρουσίαν, καὶ τοῦτο ἦν ᾐνίσσετο Ζαχαρίου σιωπή, ἀναμένουσα τὸν πρόδρομον τοῦ Χριστοῦ καρπόν, ἵνα τῆς ἀληθείας τὸ φῶς, λόγος, τῶν προφητικῶν αἰνιγμάτων τὴν μυστικὴν ἀπολύσηται σιωπήν, εὐαγγέλιον γενόμενος: σὺ δὲ εἰ ποθεῖς [p. 26] ἰδεῖν ὡς ἀληθῶς τὸν θεόν, καθαρσίων μεταλάμβανε θεοπρεπῶν, οὐ δάφνης πετάλων καὶ ταινιῶν τινων ἐρίῳ καὶ πορφύρᾳ πεποικιλμένων, δικαιοσύνην δὲ ἀναδησάμενος καὶ τῆς ἐγκρατείας τὰ πέταλα περιθέμενος πολυπραγμόνει Χριστόν: ‘ἐγὼ γάρ εἰμι θύρα,’ φησί που: ἣν ἐκμαθεῖν δεῖ νοῆσαι θελήσασι τὸν θεόν, ὅπως ἡμῖν ἀθρόας τῶν οὐρανῶν ἀναπετάσῃ τὰς πύλας: λογικαὶ γὰρ αἱ τοῦ λόγου πύλαι, πίστεως ἀνοιγνύμεναι κλειδί: ‘θεὸν οὐδεὶς ἔγνω, εἰ μὴ υἱὸς καὶ ἂν υἱὸς ἀποκαλύψῃ.’ θύραν δὲ εὖ οἶδ̓ ὅτι τὴν ἀποκεκλεισμένην τέως ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσιν μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δἰ οὗ μόνου θεὸς ἐποπτεύεται.

1 dokei= Wilamositz.

2 telesth/ria th=s pla/nhs, dia\ ta\ musth/ria Schsartz. telesth/ria, th=s pla/nhs ta\ musth/ria MSS.

3 e)n inserted by Mayor.

4 pe/nqous Reinkens and Stählin.

5 *)orfeu\s Wilamositz.

6 te inserted by Wilamositz.

7 au)th\n Stählin. au)th=| MSS.

8 tou= *saou\l e)nergoume/nou Mayor. tw=| *saou\l e)nergoume/nw| M. tw| e)/naulos o\ e)nergou/menos P.

9 e)kei/nois Stählin.

10 ai)/tios Stählin. ou(=tos MSS.

11 lo/gos ds MSS.

12 h)=| Mayor. ei)/h MSS.

13 o( inserted by Mayor.

14 de\ inserted by Stählin.

15 tou\s w(=ta Mayor. tou\s ta\ w)=ta MSS.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: