ὅσοι λέγουσι θῆλυν ἔλαφον κέρατα οὐ φύειν, οὐκ αἰδοῦνται τοὺς τοῦ ἐναντίου μάρτυρας, Σοφοκλέα μὲν εἰπόντα
[p. 193] καὶ πάλιν
νομὰς τέ τις κεροῦσσ᾽ ἀπ᾽ ὀρθίων πάγων
καθεῖρπεν ἔλαφος:
καὶ ταῦτα μὲν ὁ τοῦ Σοφίλλου ἐν τοῖς Ἀλεάδαις: ὁ δὲ Εὐριπίδης ἐν τῇ Ἰφιγενείᾳ
ἄρασα μύξας καὶ κερασφόρους
στόρθυγγας εἷρφ᾽ ἕκηλος.
ἐν δὲ τοῖς Τημενίδαις τὸν Ἡράκλειον ἆθλον κέρατα ἔχειν ὁ αὐτὸς Εὐριπίδης φησί, τὸν τρόπον τόνδε ᾄδων
ἔλαφον δ᾽ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις
κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν
σφάζειν θυγατέρα.
ὁ δὲ Θηβαῖος μουσοποιὸς ἔν τινι τῶν ἐπινικίων ὑμνεῖ λέγων
ἦλθεν δ᾽
ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων
ἄθλων ἕνα δεινὸν ὑποστάς,
κατ᾽ ἔναυλ᾽ ὀρέων ἀβάτους ἐπί τε
λειμῶνας ποίμνιά τ᾽ ἄλση.
καὶ Ἀνακρέων ἐπὶ θηλείας φησίν
Εὐρυσθέος ἔντὐ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ᾽.
πρὸς δὲ τοὺς μοιχῶντας τὸ λεχθὲν καὶ μέντοι καὶ φάσκοντας δεῖν ἐροέσσης γράφειν ἀντιλέγει κατὰ [p. 194] κράτος Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ ἔμεγε αἱρεῖ τῇ ἀντιλογίᾳ.
οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνόν, ὅς τ᾽ ἐν ὕλῃ κεροέσσης
ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη.