previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅσοι λέγουσι θῆλυν ἔλαφον κέρατα οὐ φύειν, οὐκ αἰδοῦνται τοὺς τοῦ ἐναντίου μάρτυρας, Σοφοκλέα μὲν εἰπόντα

νομὰς τέ τις κεροῦσσ᾽ ἀπ᾽ ὀρθίων πάγων
καθεῖρπεν ἔλαφος:
[p. 193] καὶ πάλιν

ἄρασα μύξας καὶ κερασφόρους
στόρθυγγας εἷρφ᾽ ἕκηλος.
καὶ ταῦτα μὲν τοῦ Σοφίλλου ἐν τοῖς Ἀλεάδαις: δὲ Εὐριπίδης ἐν τῇ Ἰφιγενείᾳ

ἔλαφον δ᾽ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις
κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν
σφάζειν θυγατέρα.
ἐν δὲ τοῖς Τημενίδαις τὸν Ἡράκλειον ἆθλον κέρατα ἔχειν αὐτὸς Εὐριπίδης φησί, τὸν τρόπον τόνδε ᾄδων

ἦλθεν δ᾽
ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων
ἄθλων ἕνα δεινὸν ὑποστάς,
κατ᾽ ἔναυλ᾽ ὀρέων ἀβάτους ἐπί τε
λειμῶνας ποίμνιά τ᾽ ἄλση.
δὲ Θηβαῖος μουσοποιὸς ἔν τινι τῶν ἐπινικίων ὑμνεῖ λέγων

Εὐρυσθέος ἔντὐ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ᾽.
καὶ Ἀνακρέων ἐπὶ θηλείας φησίν

οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνόν, ὅς τ᾽ ἐν ὕλῃ κεροέσσης
ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη.
πρὸς δὲ τοὺς μοιχῶντας τὸ λεχθὲν καὶ μέντοι καὶ φάσκοντας δεῖν ἐροέσσης γράφειν ἀντιλέγει κατὰ [p. 194] κράτος Ἀριστοφάνης Βυζάντιος, καὶ ἔμεγε αἱρεῖ τῇ ἀντιλογίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: