previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[309]

Μετ᾽ οὐ πολλὰς δ᾽ ἡμέρας ἀφικνοῦνται πάλιν οὓς ἐπέμψαμεν καὶ ἀπήγγελλον σφόδρα τὸν δῆμον ἐπὶ τοὺς περὶ τὸν Ἄνανον καὶ τὸν Σίμωνα τὸν τοῦ Γαμαλιήλου παρωξύνθαι, ὅτι χωρὶς γνώμης τοῦ κοινοῦ πέμψαντες εἰς τὴν Γαλιλαίαν ἐκπεσεῖν με ταύτης παρεσκεύασαν. [310] ἔφασαν δ᾽ οἱ πρέσβεις, ὅτι καὶ τὰς οἰκίας αὐτῶν δῆμος ὥρμησεν ἐμπιπράναι. ἔφερον δὲ καὶ γράμματα, δι᾽ ὧν οἱ τῶν Ἱεροσολυμιτῶν πρῶτοι πολλὰ τοῦ δήμου δεηθέντος αὐτῶν ἐμοὶ μὲν τὴν τῆς Γαλιλαίας ἀρχὴν ἐβεβαίουν, τοῖς περὶ τὸν Ἰωνάθην δὲ προσέτασσον εἰς τὴν οἰκείαν ὑποστρέφειν θᾶσσον. [311] ἐντυχὼν οὖν ταῖς ἐπιστολαῖς εἰς Ἄρβηλα κώμην ἀφικόμην, ἔνθα σύνοδον τῶν Γαλιλαίων ποιησάμενος ἐκέλευσα τοὺς πρέσβεις διηγεῖσθαι τὴν ἐπὶ τοῖς πεπραγμένοις ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ὀργὴν καὶ μισοπονηρίαν, [312] καὶ ὡς κυρώσειαν ἐμοὶ τῆς χώρας αὐτῶν τὴν προστασίαν, τά τε πρὸς τοὺς περὶ τὸν Ἰωνάθην γεγραμμένα περὶ ἀπαλλαγῆς, πρὸς οὓς δὴ καὶ τὴν ἐπιστολὴν εὐθέως διεπεμψάμην πολυπραγμονῆσαι τὸν κομίσαντα κελεύσας, τί ποιεῖν μέλλουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: