next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλ᾽ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δ᾽ παρ᾽ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρ᾽ ἡμῖν τῆς ἱερωσύνης μετουσία τεκμήριόν ἐστιν γένους λαμπρότητος. [2] ἐμοὶ δ᾽ οὐ μόνον ἐξ ἱερέων ἐστὶν τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίδος τῶν εἰκοσιτεσσάρων, πολλὴ δὲ κἀν τούτῳ διαφορά, καὶ τῶν ἐν ταύτῃ δὲ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός: οἱ γὰρ Ἀσαμωναίου παῖδες, ὧν ἔγγονος ἐκείνη, τοῦ ἔθνους ἡμῶν ἐπὶ μήκιστον χρόνον ἠρχιεράτευσαν καὶ ἐβασίλευσαν. [3] ἐρῶ δὲ τὴν διαδοχήν: πρόπαππος ἡμῶν Σίμων Ψελλὸς ἐπικαλούμενος. οὗτος ἐγένετο καθ᾽ ὃν καιρὸν ἠρχιεράτευσεν Σίμωνος ἀρχιερέως παῖς, ὃς πρῶτος ἀρχιερέων Ὑρκανὸς ὠνομάσθη. [4] γίνονται δὲ τῷ Ψελλῷ Σίμωνι παῖδες ἐννέα: τούτων ἐστὶν Ματθίας Ἠφαίου λεγόμενος: οὗτος ἠγάγετο πρὸς γάμον θυγατέρα Ἰωνάθου ἀρχιερέως τοῦ πρώτου ἐκ τῶν Ἀσαμωναίου παίδων γένους ἀρχιερατεύσαντος τοῦ ἀδελφοῦ Σίμωνος τἀρχιερέως, καὶ γίνεται παῖς αὐτῷ Ματθίας Κυρτὸς ἐπικληθεὶς ἄρχοντος Ὑρκανοῦ τὸν πρῶτον ἐνιαυτόν. [5] τούτου γίνεται Ἰώσηπος ἐνάτῳ ἔτει τῆς Ἀλεξάνδρας ἀρχῆς, καὶ Ἰωσήπου Ματθίας βασιλεύοντος Ἀρχελάου τὸ δέκατον, Ματθία δὲ ἐγὼ τῷ πρώτῳ τῆς Γαΐου Καίσαρος ἡγεμονίας. ἐμοὶ δὲ παῖδές εἰσιν τρεῖς, Ὑρκανὸς μὲν πρεσβύτατος ἔτει τετάρτῳ τῆς Οὐεσπασιανοῦ Καίσαρος ἡγεμονίας, ἑβδόμῳ δὲ Ἰοῦστος, ἐνάτῳ δὲ Ἀγρίππας. [6] τὴν μὲν τοῦ γένους ἡμῶν διαδοχήν, ὡς ἐν ταῖς δημοσίαις δέλτοις ἀναγεγραμμένην εὗρον, οὕτως παρατίθεμαι τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις χαίρειν φράσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: