previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[276]

Κἀγὼ μηδὲν ὑπονοήσας ἐς τὰς Ταριχέας ἀπῆλθον καταλιπὼν ὅμως ἐν τῇ πόλει τοὺς πολυπραγμονήσοντας, τί περὶ ἡμῶν λέγοιτο. διὰ πάσης δὲ τῆς ὁδοῦ τῆς ἀπὸ Ταριχεῶν εἰς Τιβεριάδα φερούσης ἐπέστησα πολλούς, ἵνα μοι δι᾽ ἀλλήλων σημαίνωσιν ἅπερ ἂν παρὰ τῶν ἐν τῇ πόλει καταλειφθέντων πύθωνται. [277] κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγιστον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν, ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν. [278] Ἰησοῦς δ᾽ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν: “ἄμεινόν ἐστιν, πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις.” ὑπεδείκνυε δὲ τοὺς περὶ Ἰωνάθην. [279] ταῦτ᾽ εἰπόντα τὸν Ἰησοῦν ἐπῄνει παρελθὼν Ἰοῦστος καί τινας ἐκ τοῦ δήμου συνέπειθεν. οὐκ ἠρέσκετο δὲ τοῖς λεχθεῖσιν τὸ πλῆθος καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα, καθ᾽ ἣν τοῖς σάββασιν ἀριστοποιεῖσθαι νόμιμόν ἐστιν ἡμῖν, καὶ οἱ περὶ τὸν Ἰωνάθην εἰς τὴν ἐπιοῦσαν ὑπερθέμενοι τὴν βουλὴν ἀπῄεσαν ἄπρακτοι. [280] εὐθὺς δέ μοι τούτων ἀπαγγελθέντων πρωῒ διέγνων εἰς τὴν Τιβεριέων πόλιν ἀφικέσθαι, καὶ τῇ ἐπιούσῃ περὶ τὴν ὥραν ἧκον ἀπὸ τῶν Ταριχεῶν, καταλαμβάνω δὲ συναγόμενον ἤδη τὸ πλῆθος εἰς τὴν προσευχήν: ἐφ᾽ τι δ᾽ ἦν αὐτοῖς σύνοδος οὐκ ἐγίνωσκον οἱ συλλεγόμενοι. [281] οἱ δὲ περὶ τὸν Ἰωνάθην ἀπροσδοκήτως θεασάμενοί με παρόντα διεταράχθησαν. εἶτ᾽ ἐπινοοῦσιν διαδοῦναι λόγον, ὅτι Ῥωμαίων ἱππεῖς ἐν τῇ μεθορίῳ πόρρω τριάκοντα σταδίων ἀπὸ τῆς πόλεως κατὰ τόπον λεγόμενον Ὁμόνοιαν εἰσὶν ἑωραμένοι. [282] καὶ προσαγγελθέντων τούτων ἐξ ὑποβολῆς παρεκάλουν οἱ περὶ τὸν Ἰωνάθην μὴ περιιδεῖν ὑπὸ τῶν πολεμίων λεηλατουμένην αὐτῶν τὴν γῆν. ταῦτα δ᾽ ἔλεγον δι᾽ ἐννοίας ἔχοντες ἐμὲ προφάσει τῆς κατεπειγούσης βοηθείας μεταστήσαντες αὐτοὶ τὴν πόλιν ἐχθράν μοι κατασκευάσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: