previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[242]

Ταῦτα τοῖς πεμπομένοις ἐντειλάμενος Γαλιλαίοις διήγγειλα κελεύων εἰς τὴν ἐπιοῦσαν ἀναλαβόντας τὰ ὅπλα καὶ τριῶν ἡμερῶν τροφὴν εἰς Γαβαρὼθ κώμην παραγενέσθαι πρός με. τῶν δὲ περὶ ἐμὲ ὁπλιτῶν μοίρας τέτταρας νείμας τοὺς πιστοτάτους αὐτῶν περὶ τὴν τοῦ σώματος φυλακὴν ἔταξα, ταξιάρχους αὐτοῖς ἐπιστήσας καὶ φροντίζειν κελεύσας ὑπὲρ τοῦ μηδένα στρατιώτην ἄγνωστον αὐτοῖς συναναμίγνυσθαι. [243] τῇ δ᾽ ἐπιούσῃ περὶ πέμπτην ὥραν ἐν Γαβαρὼθ γενόμενος εὑρίσκω πᾶν τὸ πεδίον τὸ πρὸ τῆς κώμης ὁπλιτῶν πλῆρες τῶν ἐκ τῆς Γαλιλαίας ἐπὶ τὴν συμμαχίαν παρόντων, ὡς αὐτοῖς παρηγγέλκειν: πολὺς δὲ καὶ ἄλλος ἐκ τῶν κωμῶν ὄχλος συνέτρεχεν. [244] ἐπεὶ δὲ καταστὰς εἰς αὐτοὺς λέγειν ἠρξάμην, ἐβόων ἅπαντες εὐεργέτην καὶ σωτῆρα τῆς χώρας αὐτῶν καλοῦντες. κἀγὼ χάριν αὐτοῖς ἔχειν ὁμολογήσας συνεβούλευον πρὸς μηδένα μήτε πολεμεῖν μήτε ἁρπαγῇ μολύνειν τὰς χεῖρας, ἀλλὰ σκηνοῦν κατὰ τὸ πεδίον ἀρκουμένους τοῖς ἑαυτῶν ἐφοδίοις: θέλειν γὰρ ἔφασκον τὰς ταραχὰς χωρὶς φόνων καταστεῖλαι. [245] συνέβη δ᾽ αὐθημερὸν εἰς τὰς ὑπ᾽ ἐμοῦ κατασταθείσας τῶν ὁδῶν φυλακὰς τοὺς παρὰ τοῦ Ἰωνάθου πεμφθέντας μετὰ τῶν ἐπιστολῶν ἐμπεσεῖν. καὶ οἱ μὲν ἄνδρες ἐφυλάχθησαν ἐπὶ τῶν τόπων, ὡς παρήγγειλα, τοῖς δὲ γράμμασιν ἐντυχὼν πλήρεσι βλασφημιῶν καὶ ψευσμάτων, οὐδενὶ ταῦτα φράσας ὁρμᾶν ἐπ᾽ αὐτοὺς διενοούμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: