previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[204]

Ταῦτά μοι τοῦ πατρὸς γράψαντος, ἐξεῖπε δὲ πρὸς αὐτὸν Ἰησοῦς τοῦ Γαμαλᾶ τῶν ἐν αὐτῇ τῇ βουλῇ γενομένων εἷς, φίλος ὢν καὶ συνήθης ἐμοί, σφόδρα περιήλγησα τούς τε πολίτας οὕτως περὶ ἐμὲ γενομένους ἀχαρίστους ἐπιγνοὺς διὰ φθόνον ἀναιρεθῆναί με προστάξαι, καὶ τῷ τὸν πατέρα διὰ τῶν γραμμάτων πολλά με παρακαλεῖν ἀφικέσθαι πρὸς αὐτόν: ποθεῖν γὰρ ἔφη θεάσασθαι τὸν υἱὸν πρὸ τοῦ τελευτῆσαι. [205] ταῦτα δὴ πρὸς τοὺς φίλους εἶπον καὶ ὅτι μετὰ τρίτην ἡμέραν καταλιπὼν τὴν χώραν αὐτῶν εἰς τὴν πατρίδα πορευσοίμην. λύπη δ᾽ ἅπαντας τοὺς κἀκούσαντας κατέσχε παρεκάλουν τε κλαίοντες μὴ ἐγκαταλιπεῖν αὐτοὺς ἀπολουμένους, εἰ τῆς ἐμῆς στρατηγίας ἀποστερηθεῖεν. [206] οὐ κατανεύοντος δέ μου ταῖς ἱκετείαις αὐτῶν, ἀλλὰ περὶ τῆς ἐμαυτοῦ φροντίζοντος σωτηρίας, δείσαντες οἱ Γαλιλαῖοι, μὴ ἀπελθόντος εὐκαταφρόνητοι τοῖς λῃσταῖς γένοιντο, πέμπουσιν εἰς τὴν Γαλιλαίαν ἅπασαν τοὺς σημανοῦντας τὴν ἐμὴν γνώμην περὶ τῆς ἀπαλλαγῆς. [207] πολλοὶ δὲ καὶ πανταχόθεν συνήχθησαν, ὡς ἤκουσαν, μετὰ γυναικῶν καὶ τέκνων, οὐ πόθῳ, δοκῶ μοι, τῷ πρὸς ἐμὲ μᾶλλον τῷ περὶ αὐτῶν δέει τοῦτο πράττοντες: ἐμοῦ γὰρ παραμένοντος πείσεσθαι κακὸν οὐδὲν ὑπελάμβανον. ἧκον οὖν πάντες εἰς τὸ μέγα πεδίον, ἐν διέτριβον: Ἀσωχίς ἐστιν ὄνομα αὐτῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: