previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[155]

Οἱ δὲ τὴν τῶν Τιβεριέων πόλιν κατοικοῦντες γράφουσιν πρὸς τὸν βασιλέα παρακαλοῦντες πέμψαι δύναμιν τὴν φυλάξουσαν αὐτῶν τὴν χώραν: θέλειν γὰρ αὐτῷ προστίθεσθαι. κἀκείνῳ μὲν ταῦτ᾽ ἔγραφον. [156] ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην: ἠκηκόεισαν δὲ τὰς Ταριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνεργεῖν. [157] μετὰ δὲ τρίτην ἡμέραν εἰς Ταριχέας ἀπερχομένου μου τῆς Τιβεριάδος ἀπεχούσας στάδια τριάκοντα, συνέβη τινὰς Ῥωμαίων ἱππεῖς οὐ πόρρωθεν τῆς πόλεως ὁδοιποροῦντας ὀφθῆναι, οἳ δόξαν παρέσχον τὴν παρὰ τοῦ βασιλέως δύναμιν ἥκειν. [158] εὐθέως γοῦν εἰς μὲν τὸν βασιλέα μετὰ πολλῶν ἐπαίνων ἠφίεσαν φωνάς, κατ᾽ ἐμοῦ δὲ βλασφήμους. καὶ ἐπιδραμών τις ἀπήγγειλέν μοι τὴν διάνοιαν αὐτῶν, ὡς ἀφίστασθαί μου διεγνώκασιν. [159] ἐγὼ δ᾽ ἀκούσας ἐταράχθην μὲν σφόδρα: τοὺς γὰρ ὁπλίτας ἔτυχον ἐκ τῶν Ταριχεῶν ἐπὶ τὰς αὐτῶν οἰκήσεις ἀφεικὼς διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν σάββατον ὑπάρχειν: οὐ γὰρ ἐβουλόμην ὑπὸ τοῦ στρατιωτικοῦ πλήθους ἐνοχλεῖσθαι τοὺς ἐν ταῖς Ταριχέαις. [160] ὁσάκις γοῦν ἐν αὐταῖς διέτριβον οὐδὲ τῆς περὶ τὸ σῶμα φυλακῆς ἐποιούμην πρόνοιαν, πεῖραν παρὰ τῶν ἐνοικούντων τῆς πρός με πίστεως λαβὼν πολλάκις. [161] μόνους δ᾽ ἔχων περὶ ἐμαυτὸν ἑπτὰ τῶν ὁπλιτῶν καὶ τοὺς φίλους ἠπόρουν, πράξω: μεταπέμψασθαι γὰρ τὴν ἐμὴν δύναμιν διὰ τὸ λήγειν ἤδη τὴν ἐνεστῶσαν ἡμέραν οὐκ ἐδοκίμαζον: οὐδὲ γὰρ ἀφικομένης αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων, κἂν μεγάλη τις ἐπείγειν ἀνάγκη δοκῇ. [162] εἰ δὲ τοῖς Ταριχεώταις καὶ τοῖς παρ᾽ αὐτοῖς ξένοις ἐπιτρέψαιμι τὴν πόλιν διαρπάζειν, ἑώρων οὐχ ἱκανοὺς ἐσομένους, τὴν ἐμὴν ὑπέρθεσιν ἑώρων μακροτάτην: φθήσεσθαι γὰρ καὶ τὴν παρὰ βασιλέως δύναμιν ἀφικομένην, καὶ ἐκπεσεῖσθαι τῆς πόλεως ᾠόμην. [163] ἐβουλευόμην οὖν στρατηγήματι χρῆσθαί τινι κατ᾽ αὐτῶν. παραχρῆμα δὴ τοὺς πιστοτάτους τῶν φίλων ταῖς πύλαις τῶν Ταριχεῶν ἐπιστήσας φυλάξοντας μετ᾽ ἀσφαλείας τοὺς ἐξιέναι θέλοντας καὶ τοὺς πρώτους τῶν οἴκων προσκαλεσάμενος, αὐτῶν ἕκαστον ἐκέλευσα καθελκύσαντα πλοῖον ἐμβάντα συνεπαγόμενον τὸν κυβερνήτην ἕπεσθαί μοι πρὸς τὴν Τιβεριέων πόλιν. [164] καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων καὶ τῶν ὁπλιτῶν, οὓς ἔφην ἑπτὰ τὸν ἀριθμὸν εἶναι, ἐμβὰς ἔπλεον ἐπὶ τὴν Τιβεριάδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: