Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
Καὶ Τιβεριὰς μὲν ἐν τοιούτοις ἦν. τὰ περὶ Γίσχαλα δὲ
εἶχε τὸν τρόπον τοῦτον: Ἰωάννης ὁ τοῦ Ληουεῖ τῶν πολιτῶν τινας
ὁρῶν διὰ τὴν ἀποστασίαν τὴν ἀπὸ Ῥωμαίων μέγα φρονοῦντας κατέχειν
αὐτοὺς ἐπειρᾶτο καὶ τὴν πίστιν ἠξίου διαφυλάττειν.
[44]
οὐ μὴν
ἠδυνήθη καίτοι πάνυ προθυμούμενος: τὰ γὰρ πέριξ ἔθνη, Γαδαρηνοὶ
καὶ βαραγαναῖοι καὶ Τύριοι, πολλὴν ἀθροίσαντες δύναμιν καὶ τοῖς
Γισχάλοις ἐπιπεσόντες λαμβάνουσι τὰ Γίσχαλα κατὰ κράτος, καὶ πυρπολήσαντες
εἶτα δὲ προσκατασκάψαντες εἰς τὴν οἰκείαν ἀνέζευξαν.
[45]
Ἰωάννης δὲ ἐπὶ τούτῳ παροξυνθεὶς ὁπλίζει πάντας τοὺς μετ᾽ αὐτοῦ
καὶ συμβαλὼν τοῖς προειρημένοις ἔθνεσιν * τά τε Γίσχαλα κρείττονα
πάλιν ἀνακτίσας τείχεσιν ὑπὲρ ἀσφαλείας τῆς εἰς ὕστερον ὠχύρωσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.