previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὖν τὰ κατ᾽ ἀγορὰν μέτρα οἷς νομίζομεν ἔστιν, οἶμαι, τοῦθ᾽ καλεῖται, οὐ μέντοι τό γε τοῦ μέτρου τυγχάνειν παρὰ τοῖς καπήλοις μάλιστ᾽ ἂν φήσαιμεν εἶναι, ὅτι χοίνικα καὶ κοτύλην κέκτηνται, ἀλλὰ ταῦτα μέν ἐστι τὰ καθ᾽ ἕκαστα μέτρα, μᾶλλον δὲ ὀνόματα ὡς εἰπεῖν μέτρου, τὸ δὲ ὅλον μέτρον, εἰς καὶ τούτων δεῖ πολλάκις καὶ πρὸς πάντα ἀναφέρειν χρὴ περὶ παντὸς πράγματος καὶ τὸ ὡς ἀληθῶς τοῦ παντὸς ἄξιον καὶ φέρον εἰς ἀρετὴν ἄλλο τι καὶ εἰδέναι καὶ ἔχειν φαῖμεν ἂν, οὕτω καὶ ἐνταῦθά ἐστι τὰ μέτρα παρὰ τοῖς ποιηταῖς τὰ καθ᾽ ἕκαστα, οἶμαι, ταῦτα, οὐ μέντοι τό γε ὅλον μέτρον παρ᾽ αὐτοῖς. καὶ μάλιστα οὐδ᾽ ὀκνητέον διὰ τὴν τοῦ ὀνόματος εὐφημίαν, ὡς τῶν ποιητῶν μόνων εἰδότων τὸ μέτρον τῶν λόγων. ἔνι [p. 87] γὰρ καὶ χωρὶς μέτρων τῶν γε τοιούτων τυγχάνειν τοῦ μέτρου καὶ τοὐναντίον, ὥσπερ ἰατρὸν ἄνευ σταθμῶν καὶ μέτρων ἔνεστι τὸ δέον συλλογίσασθαι καὶ αὖ τὸν τούτοις χρώμενον διαμαρτεῖν ἀπειρίᾳ τοῦ πράγματος εἰς δεῖ τῶν μέτρων. ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν, ὅπερ εἶπον, ὡς πολὺ ῥᾷον δι᾽ ᾠδῆς λόγῳ ταῦτα ποιεῖν, καὶ ὡς τοῖς ποιηταῖς παρακεχώρηται τῶν τοιούτων ἀγωνισμάτων: εἰκότως. πολλὰ γὰρ αὐτοῖς ὑπάρχει πλεονεκτήματα καὶ εἰσὶν αὐτοκράτορες τι ἂν βούλωνται ποιεῖν. ἡμῖν δὲ οὔτε ἀνοῖξαι πίθον ὕμνων οὔθ᾽ ἅρμα μουσαῖον οὔθ᾽ ὁλκάδα μυριοφόρον οὔτε νεφέλας, οὐ γρῦπας οὐδὲ τῶν τοιούτων οὐδὲν ἔξεστιν εἰπεῖν, οὔτε θρασύνασθαι οὔτ᾽ ἐπεμβαλεῖν λόγον ἔξω τοῦ πράγματος, ἀλλ᾽ ὡς ἀληθῶς δεῖ μένειν ἐν τῷ μέτρῳ καὶ μεμνῆσθαι παρὰ πάντα ἑαυτοῦ, οἷον ἐπὶ στρατείας τὴν τάξιν φυλάττοντα. ὅμως δὲ πειρατέον τήν γε πρόσρησιν ἐκτελέσαι, ἄλλως τε καὶ εὐχὴν ἀποπληροῦντας, ἐπειδήπερ ἐσώθημεν, καὶ ἅμα διατρίβειν περὶ μέτρου διαλεγομένους οὐ συμβαῖνόν ἐστιν. εἶεν. σὲ γὰρ δὴ πᾶς τις ἐν παντὶ καιρῷ βοηθὸν καλεῖ, Σάραπι: δὸς λέξαι τὸν λόγον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: