next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εὔδαιμόν γε τὸ τῶν ποιητῶν ἐστι γένος καὶ πραγμάτων ἀπήλλακται πανταχῆ. οὐ γὰρ μόνον αὐτοῖς ἔξεστι τὰς ὑποθέσεις τοιαύτας ὁποίας ἂν αὐτοὶ βουληθῶσιν ἑκάστοτε ἐνστήσασθαι, οὔτε ἀληθεῖς οὔτε ἐνίοτε πιθανὰς, ἀλλ᾽ οὐδὲ ἐχούσας σύστασιν τὸ παράπαν, εἴ τις ὀρθῶς βούλοιτο σκοπεῖν, ἀλλὰ καὶ διαχειρίζουσι ταύτας οὕτως ὅπως ἂν αὐτοῖς δόξῃ νοήμασί τε καὶ ἐνθυμήμασιν, ὧν ἔνια, εἴ τις τὰ πρὸ αὐτῶν τε καὶ μετὰ ταῦτα ἀφέλοι, οὐδὲ μαθεῖν ἔστιν αὐτά γε καθ᾽ αὑτὰ τι δηλοῖ. ὁμοῦ δὲ πάντων λεχθέντων συνέντες ἀπεδεξάμεθα ὥσπερ ἀγαπήσαντες ὅτι συνήκαμεν. ἐνίων δὲ τὰς ἀρχὰς εἰπόντες τὸ λοιπὸν ἀφῆκαν, ὥσπερ καταγνόντες, τὰ δὲ τῆς ἀρχῆς στερήσαντες, ἄλλων δὲ τὰ μέσα ἐξελόντες, ἀποχρῆν ᾠήθησαν, ὥσπερ τύραννοί τινες τῶν νοημάτων ὄντες. ἔπειτα δὲ οὐδὲν αὐτοῖς ἀτόλμητον οὐδ᾽ ἄπορόν ἐστιν, ἀλλὰ θεοὺς ἀπὸ μηχανῆς αἴρουσι, καὶ εἰς πλοῦν ἐμβιβάζουσι συμπλεῖν οἷς ἂν αὐτοῖς δοκῇ, καὶ ποιοῦσιν οὐ μόνον συγκαθημένους, ἂν οὕτω τύχῃ, τοῖς ἀνθρώποις, ἀλλὰ καὶ συμπίνοντας καὶ λύχνους ἔχοντας φῶς ποιοῦντας. καὶ ταῦτα δὴ οὕτω μεγαλοπρεπεῖς [p. 82] εἰσιν, ἀφ᾽ οὗ πᾶς ὅδε λόγος ὡρμήθη, ὡς εἰσὶν εὐδαίμονες κατ᾽ αὐτὸν τὸν Ὅμηρον ῥεῖα ζώοντες, ἐπειδὰν ποιῶσι τοὺς ὕμνους καὶ παιᾶνας τοῖς θεοῖς. αἱ δὲ στροφαὶ περίοδοι ἀπεπλήρωσαν τὸ πᾶν. καὶ Δᾶλον ἀμφιρρύταν εἰπόντες, Δία τερπικέραυνον, πόντον ἐρίβρομον, καὶ παρελθόντες ὡς Ἡρακλῆς εἰς Ὑπερβορέους ἀφίκετο, καὶ ὡς Ἴαμος ἦν μάντις παλαιὸς, ὡς τὸν Ἀνταῖον [p. 83]Ἡρακλῆς, Μίνωα, Ῥαδάμυνθυν προσθέντες, Φᾶσιν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: