previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1353α] ἀπογραφέντων οὖν πολλῶν ἀνδραπόδων οὐκ ὀλίγον συνετελεῖ ἀργύριον. εἰ δέ τι ἀποδρῴη ἀνδράποδον, ἐκέλευε τὸν σατράπην τῆς ... ἐν ἐστι τὸ στρατόπεδον, ἀνασῴζειν τὴν τιμὴν τῷ κυρίῳ ἀποδοῦναι.

Ὀφέλας Ὀλύνθιος καταστήσας ἐπιμελητὴν εἰς τὸν νομὸν τὸν Ἀθριβίτην, ἐπεὶ προσελθόντες αὐτῷ οἱ νομάρχαι οἱ ἐκ τοῦ τόπου τούτου ἔφασαν βούλεσθαι πλείω αὐτοὶ πολὺ φέρειν, τὸν δ᾽ ἐπιμελητὴν τὸν νῦν καθεστηκότα ἀπαλλάξαι αὐτὸν ἠξίουν, ἐπερωτήσας αὐτοὺς εἰ δυνήσονται συντελεῖν ἅπερ ἐπαγγέλλονται, φησάντων αὐτῶν, τὸν μὲν ἐπιμελητὴν κατὰ χώραν εἴα, τοὺς δὲ φόρους πράσσεσθαι ἐκέλευεν ὅσους αὐτοὶ ὑπετιμήσαντο. οὔτε οὖν ὃν κατέστησεν ἀτιμάσαι ἐδόκει οὔτ᾽ ἐκείνοις πλείους φόρους ἐπιβαλεῖν αὐτοὶ ἔταξαν, χρήματα δὲ πολλαπλάσια αὐτὸς ἐλάμβανεν.

Πυθοκλῆς Ἀθηναῖος Ἀθηναίοις συνεβούλευσε τὸν μόλυβδον τὸν ἐκ τῶν Λαυρίων παραλαμβάνειν παρὰ τῶν ἰδιωτῶν τὴν πόλιν, ὥσπερ ἐπώλουν, δίδραχμον, εἶτα τάξαντας αὐτοὺς τιμὴν ἑξαδράχμου οὕτω πωλεῖν. Χαβρίας πληρωμάτων τε κατειλεγμένων εἰς [20] ἑκατὸν καὶ εἴκοσι ναῦς, τῷ δὲ Ταῲ ἑξήκοντα μόνον οὔσης χρείας, προσέταξε τοῖς ἐκ τῶν ἑξήκοντα νεῶν αὐτοῦ τῶν ὑπομενουσῶν τοὺς πλέοντας εἰς δίμηνον σιτηρεσιάσαι, αὐτοὺς πλέειν. οἱ δὲ βουλόμενοι ἐπὶ τῶν ἰδίων μεῖναι ἔδωκαν προσέταξεν.

Ἀντιμένης τούς τε θησαυροὺς τοὺς παρὰ τὰς ὁδοὺς τὰς βασιλικὰς ἀναπληροῦν ἐκέλευε τοὺς σατράπας κατὰ τὸν νόμον τὸν τῆς χώρας: ὁπότε δὲ διαπορεύοιτο στρατόπεδον ἕτερος ὄχλος ἄνευ τοῦ βασιλέως, πέμψας τινὰ παρ᾽ αὑτοῦ ἐπώλει τὰ ἐκ τῶν θησαυρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: