next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1343α] οἰκονομικὴ καὶ πολιτικὴ διαφέρει οὐ μόνον τοσοῦτον ὅσον οἰκία καὶ πόλιςταῦτα μὲν γὰρ αὐταῖς ἐστι τὰ ὑποκείμενα), ἀλλὰ καὶ ὅτι μὲν πολιτικὴ ἐκ πολλῶν ἀρχόντων ἐστίν, οἰκονομικὴ δὲ μοναρχία.

ἔνιαι μὲν οὖν τῶν τεχνῶν διῄρηνται, καὶ οὐ τῆς αὐτῆς ἐστι ποιῆσαι καὶ χρήσασθαι τῷ ποιηθέντι, ὥσπερ λύρᾳ καὶ αὐλοῖς: τῆς δὲ πολιτικῆς ἐστι καὶ πόλιν ἐξ ἀρχῆς συστήσασθαι καὶ ὑπαρχούσῃ χρήσασθαι καλῶς: ὥστε δῆλον ὅτι καὶ τῆς οἰκονομικῆς ἂν εἴη καὶ κτήσασθαι οἶκον καὶ χρήσασθαι αὐτῷ.

πόλις μὲν οὖν οἰκιῶν πλῆθός ἐστι καὶ χώρας καὶ κτημάτων αὔταρκες πρὸς τὸ εὖ ζῆν. φανερὸν δέ: ὅταν γὰρ μὴ δυνατοὶ ὦσι τούτου τυγχάνειν, διαλύεται καὶ κοινωνία. ἔτι δὲ ἕνεκα τούτου συνέρχονται. οὗ δὲ ἕνεκα ἕκαστόν ἐστι καὶ γέγονε, καὶ οὐσία αὐτοῦ τυγχάνει αὕτη οὖσα.

ὥστε δῆλον ὅτι πρότερον γενέσει οἰκονομικὴ πολιτικῆς ἐστι. καὶ γὰρ τὸ ἔργον. μόριον γὰρ οἰκία πόλεώς ἐστιν.

σκεπτέον οὖν περὶ τῆς οἰκονομικῆς καὶ τί τὸ ἔργον αὐτῆς.

μέρη δὲ οἰκίας ἄνθρωπός τε καὶ κτῆσίς ἐστιν. ἐπεὶ δὲ πρῶτον ἐν τοῖς ἐλαχίστοις φύσις [20] ἑκάστου θεωρεῖται, καὶ περὶ οἰκίας ἂν ὁμοίως ἔχοι. ὥστε καθ᾽ Ἡσίοδον δέοι ἂν ὑπάρχειν

οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ᾽ ἀροτῆρα.

τὸ μὲν γὰρ τῆς τροφῆς πρῶτον, τὸ δὲ τῶν ἐλευθέρων. ὥστε δέοι ἂν τὰ περὶ τὴν τῆς γυναικὸς ὁμιλίαν οἰκονομήσασθαι καλῶς: τοῦτο δέ ἐστι τὸ ποίαν τινὰ δεῖ ταύτην εἶναι παρασκευάσαι.

κτήσεως δὲ πρώτη ἐπιμέλεια κατὰ φύσιν. κατὰ φύσιν δὲ γεωργικὴ προτέρα, καὶ δεύτεραι ὅσαι ἀπὸ τῆς γῆς, οἷον μεταλλευτικὴ καὶ εἴ τις ἄλλη τοιαύτη. δὲ γεωργικὴ μάλιστα, ὅτι δικαία: οὐ γὰρ ἀπ᾽ ἀνθρώπων, οὔθ᾽ ἑκόντων, ὥσπερ καπηλεία καὶ αἱ μισθαρνικαί, οὔτ᾽ ἀκόντων, ὥσπερ αἱ πολεμικαί. ἔτι δὲ καὶ τῶν κατὰ φύσιν: φύσει γὰρ ἀπὸ τῆς μητρὸς τροφὴ πᾶσίν ἐστιν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
hide References (1 total)
  • Cross-references from this page (1):
    • Hesiod, Works and Days, 405
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: