Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54chapter 55chapter 56chapter 57chapter 58chapter 59chapter 60chapter 61chapter 62chapter 63chapter 64chapter 65chapter 66chapter 67chapter 68chapter 69chapter 70chapter 71chapter 72chapter 73
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτ᾽ ἀκούσας ὁ Φουφέττιος χρόνον εἰς βουλὴν ᾐτήσατο, καὶ μεταστὰς ἐκ τοῦ συλλόγου μετὰ τῶν παρόντων Ἀλβανῶν εἰ χρὴ δέχεσθαι τὰς αἱρέσεις ἐσκόπει. ὡς δὲ τὰς ἁπάντων γνώμας ἔλαβεν, ἐπιστρέψας αὖθις εἰς τὸν σύλλογον ἔλεξεν: ἡμῖν μέν, ὦ Τύλλε, τὴν μὲν πατρίδα καταλιπεῖν οὐ δοκεῖ οὐδ᾽ ἐξερημοῦν ἱερὰ πατρῷα καὶ προγονικὰς ἑστίας καὶ τόπον, ὃν ἐγγὺς ἐτῶν πεντακοσίων οἱ πατέρες ἡμῶν κατέσχον, καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδ᾽ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς: ἓν δὲ καταστήσασθαι βουλευτήριον καὶ μίαν εἶναἰ [2] τὴν ἄρξουσαν τῆς ἑτέρας πόλιν οὐκ ἀπαρέσκει. γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις. ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρ᾽ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας. ὁ μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια: [3] ἡμεῖς, ὦ Τύλλε, καὶ τῆς μὲν ἄλλης ἄρχειν ἄξιοί ἐσμεν Ἰταλίας, ὅτι ἔθνος Ἑλληνικὸν καὶ μέγιστον [p. 287] τῶν κατοικούντων τήνδε τὴν γῆν ἐθνῶν παρεχόμεθα, τοῦ δὲ Λατίνων ἔθνους, εἰ καὶ μηδενὸς τῶν ἄλλων ἐθνῶν, ἡγεῖσθαι δικαιοῦμεν οὐκ ἄτερ αἰτίας, ἀλλὰ κατὰ τὸν κοινὸν ἀνθρώπων νόμον, ὃν ἡ φύσις ἔδωκεν ἅπασι, τῶν ἐκγόνων ἄρχειν τοὺς προγόνους. ὑπὲρ ἁπάσας δὲ τὰς ἄλλας ἀποικίας, αἷς μέχρι τοῦ παρόντος οὐδὲν ἐγκαλοῦμεν, τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες, ὥστε ἐξίτηλον εἶναι ἤδη τὸ ἀφ᾽ ἡμῶν γένος ὑπὸ χρόνου παλαιωθέν, ἀλλὰ τῇ τρίτῃ πρὸ ταύτης γενεᾷ. ἐὰν δὲ ἀναστρέψασα τὰς ἀνθρωπίνας δικαιώσεις ἡ φύσις τὰ νέα τάξῃ τῶν πρεσβυτέρων ἄρχειν καὶ τὰ ἔκγονα τῶν προγόνων, τότε καὶ ἡμεῖς ἀνεξόμεθα τὴν μητρόπολιν ὑπὸ τῆς ἀποικίας ἀρχομένην, πρότερον δὲ οὔ. [4] ἓν μὲν δὴ τοῦτο τὸ δικαίωμα παρεχόμενοι τῆς ἀρχῆς οὐκ ἂν ἀποσταίημεν ὑμῖν ἑκόντες ἕτερον δὲ τοιόνδε: δέξασθε δὲ αὐτὸ μὴ ὡς ἐπὶ διαβολῇ καὶ ὀνειδισμῷ τῷ ὑμετέρῳ λεγόμενον, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα: ὅτι τὸ μὲν Ἀλβανῶν γένος οἷον ἦν ἐπὶ τῶν κτισάντων τὴν πόλιν, τοιοῦτον ἕως τῶν καθ᾽ ἡμᾶς χρόνων διαμένει, καὶ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι φῦλον ἀνθρώπων οὐδὲν ἔξω τοῦ Ἑλληνικοῦ τε καὶ τοῦ Λατίνων, ᾧ τῆς πολιτείας μεταδεδώκαμεν: ὑμεῖς δὲ τὴν [p. 288] ἀκρίβειαν τοῦ παρ᾽ ἑαυτοῖς πολιτεύματος διεφθάρκατε Τυρρηνούς τε ὑποδεξάμενοι καὶ Σαβίνους καὶ ἄλλους τινὰς ἀνεστίους καὶ πλάνητας καὶ βαρβάρους πάνυ πολλούς, ὥστε ὀλίγον τὸ γνήσιον ὑμῶν ἐστιν ὅσον ἀφ᾽ ἡμῶν ὡρμήθη, μᾶλλον δὲ πολλοστὸν τοῦ [5] ἐπεισάκτου τε καὶ ἀλλοφύλου. εἰ δὲ ἡμεῖς παραχωρήσαιμεν ὑμῖν τῆς ἀρχῆς, τὸ νόθον ἄρξει τοῦ γνησίου καὶ τὸ βάρβαρον τοῦ Ἑλληνικοῦ καὶ τὸ ἐπείσακτον τοῦ αὐθιγενοῦς. οὐδὲ γὰρ ἂν τοῦτο ἔχοιτε εἰπεῖν, ὅτι τὸν μὲν ἔπηλυν ὄχλον οὐδενὸς εἰάκατε εἶναι τῶν κοινῶν κύριον, ἄρχετε δ᾽ αὐτοὶ τῆς πόλεως καὶ βουλεύετε οἱ αὐθιγενεῖς: ἀλλὰ καὶ βασιλεῖς ἀποδείκνυτε ξένους, καὶ τῆς βουλῆς τὸ πλεῖστον ὑμῖν ἐστιν ἐκ τῶν ἐπηλύδων, ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν. τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος; πολλὴ δὴ μωρία καὶ κακότης, ἃ δι᾽ ἀνάγκην φαίητ᾽ ἂν ὑμεῖς ὑπομένειν, [6] ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι. τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, ἡ δ᾽ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, ᾗ μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα [p. 289] ὥσπερ νῦν. ἅπαντες δ᾽ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν: οἷς ὑμεῖς τἀναντία ἀξιοῦντες οὐκ ὀρθῶς ποιεῖτε.
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (8 total)
- Cross-references in general dictionaries to this page
(8):
- LSJ, ἄτερ
- LSJ, ἀδιά-τακτος
- LSJ, ἀδια-κόσμητος
- LSJ, αἵρεσις
- LSJ, καταρτ-ίζω
- LSJ, πα^λαιόω
- LSJ, παρακι_ν-έω
- LSJ, συμφορ-ητός
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences