previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτ᾽ ἀκούσας Φουφέττιος χρόνον εἰς βουλὴν ᾐτήσατο, καὶ μεταστὰς ἐκ τοῦ συλλόγου μετὰ τῶν παρόντων Ἀλβανῶν εἰ χρὴ δέχεσθαι τὰς αἱρέσεις ἐσκόπει. ὡς δὲ τὰς ἁπάντων γνώμας ἔλαβεν, ἐπιστρέψας αὖθις εἰς τὸν σύλλογον ἔλεξεν: ἡμῖν μέν, Τύλλε, τὴν μὲν πατρίδα καταλιπεῖν οὐ δοκεῖ οὐδ᾽ ἐξερημοῦν ἱερὰ πατρῷα καὶ προγονικὰς ἑστίας καὶ τόπον, ὃν ἐγγὺς ἐτῶν πεντακοσίων οἱ πατέρες ἡμῶν κατέσχον, καὶ ταῦτα μὴ πολέμου κατειληφότος ἡμᾶς μηδ᾽ ἄλλης θεοπέμπτου συμφορᾶς μηδεμιᾶς: ἓν δὲ καταστήσασθαι βουλευτήριον καὶ μίαν εἶναἰ [2] τὴν ἄρξουσαν τῆς ἑτέρας πόλιν οὐκ ἀπαρέσκει. γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις. ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρ᾽ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας. μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια: [3] ἡμεῖς, Τύλλε, καὶ τῆς μὲν ἄλλης ἄρχειν ἄξιοί ἐσμεν Ἰταλίας, ὅτι ἔθνος Ἑλληνικὸν καὶ μέγιστον [p. 287] τῶν κατοικούντων τήνδε τὴν γῆν ἐθνῶν παρεχόμεθα, τοῦ δὲ Λατίνων ἔθνους, εἰ καὶ μηδενὸς τῶν ἄλλων ἐθνῶν, ἡγεῖσθαι δικαιοῦμεν οὐκ ἄτερ αἰτίας, ἀλλὰ κατὰ τὸν κοινὸν ἀνθρώπων νόμον, ὃν φύσις ἔδωκεν ἅπασι, τῶν ἐκγόνων ἄρχειν τοὺς προγόνους. ὑπὲρ ἁπάσας δὲ τὰς ἄλλας ἀποικίας, αἷς μέχρι τοῦ παρόντος οὐδὲν ἐγκαλοῦμεν, τῆς ὑμετέρας οἰόμεθα δεῖν πόλεως ἄρχειν οὐ πρὸ πολλοῦ τὴν ἀποικίαν εἰς αὐτὴν ἀπεσταλκότες, ὥστε ἐξίτηλον εἶναι ἤδη τὸ ἀφ᾽ ἡμῶν γένος ὑπὸ χρόνου παλαιωθέν, ἀλλὰ τῇ τρίτῃ πρὸ ταύτης γενεᾷ. ἐὰν δὲ ἀναστρέψασα τὰς ἀνθρωπίνας δικαιώσεις φύσις τὰ νέα τάξῃ τῶν πρεσβυτέρων ἄρχειν καὶ τὰ ἔκγονα τῶν προγόνων, τότε καὶ ἡμεῖς ἀνεξόμεθα τὴν μητρόπολιν ὑπὸ τῆς ἀποικίας ἀρχομένην, πρότερον δὲ οὔ. [4] ἓν μὲν δὴ τοῦτο τὸ δικαίωμα παρεχόμενοι τῆς ἀρχῆς οὐκ ἂν ἀποσταίημεν ὑμῖν ἑκόντες ἕτερον δὲ τοιόνδε: δέξασθε δὲ αὐτὸ μὴ ὡς ἐπὶ διαβολῇ καὶ ὀνειδισμῷ τῷ ὑμετέρῳ λεγόμενον, ἀλλὰ τοῦ ἀναγκαίου ἕνεκα: ὅτι τὸ μὲν Ἀλβανῶν γένος οἷον ἦν ἐπὶ τῶν κτισάντων τὴν πόλιν, τοιοῦτον ἕως τῶν καθ᾽ ἡμᾶς χρόνων διαμένει, καὶ οὐκ ἂν ἔχοι τις ἐπιδεῖξαι φῦλον ἀνθρώπων οὐδὲν ἔξω τοῦ Ἑλληνικοῦ τε καὶ τοῦ Λατίνων, τῆς πολιτείας μεταδεδώκαμεν: ὑμεῖς δὲ τὴν [p. 288] ἀκρίβειαν τοῦ παρ᾽ ἑαυτοῖς πολιτεύματος διεφθάρκατε Τυρρηνούς τε ὑποδεξάμενοι καὶ Σαβίνους καὶ ἄλλους τινὰς ἀνεστίους καὶ πλάνητας καὶ βαρβάρους πάνυ πολλούς, ὥστε ὀλίγον τὸ γνήσιον ὑμῶν ἐστιν ὅσον ἀφ᾽ ἡμῶν ὡρμήθη, μᾶλλον δὲ πολλοστὸν τοῦ [5] ἐπεισάκτου τε καὶ ἀλλοφύλου. εἰ δὲ ἡμεῖς παραχωρήσαιμεν ὑμῖν τῆς ἀρχῆς, τὸ νόθον ἄρξει τοῦ γνησίου καὶ τὸ βάρβαρον τοῦ Ἑλληνικοῦ καὶ τὸ ἐπείσακτον τοῦ αὐθιγενοῦς. οὐδὲ γὰρ ἂν τοῦτο ἔχοιτε εἰπεῖν, ὅτι τὸν μὲν ἔπηλυν ὄχλον οὐδενὸς εἰάκατε εἶναι τῶν κοινῶν κύριον, ἄρχετε δ᾽ αὐτοὶ τῆς πόλεως καὶ βουλεύετε οἱ αὐθιγενεῖς: ἀλλὰ καὶ βασιλεῖς ἀποδείκνυτε ξένους, καὶ τῆς βουλῆς τὸ πλεῖστον ὑμῖν ἐστιν ἐκ τῶν ἐπηλύδων, ὧν οὐδὲν ἂν φήσαιτε ἑκόντες ὑπομένειν. τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος; πολλὴ δὴ μωρία καὶ κακότης, δι᾽ ἀνάγκην φαίητ᾽ ἂν ὑμεῖς ὑπομένειν, [6] ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι. τελευταῖός μοι λόγος ἐστίν, ὅτι τῆς Ἀλβανῶν πόλεως οὐθὲν ἔτι παρακινεῖ μέρος τοῦ πολιτεύματος ὀκτωκαιδεκάτην ἤδη γενεὰν οἰκουμένης καὶ πάντα ἐν κόσμῳ τὰ συνήθη καὶ πάτρια ἐπιτελούσης, δ᾽ ὑμετέρα πόλις ἀδιακόσμητός ἐστιν ἔτι καὶ ἀδιάτακτος, ἅτε νεόκτιστος οὖσα καὶ ἐκ πολλῶν συμφορητὸς ἐθνῶν, μακρῶν δεῖ χρόνων καὶ παθημάτων παντοδαπῶν, ἵνα καταρτισθῇ καὶ παύσηται ταραττομένη καὶ στασιάζουσα [p. 289] ὥσπερ νῦν. ἅπαντες δ᾽ ἂν εἴποιεν ὅτι δεῖ τὰ καθεστηκότα τῶν ταραττομένων καὶ τὰ πεπειραμένα τῶν ἀδοκιμάστων καὶ τὰ ὑγιαίνοντα τῶν νοσούντων ἄρχειν: οἷς ὑμεῖς τἀναντία ἀξιοῦντες οὐκ ὀρθῶς ποιεῖτε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: