περὶ δὲ τῆς στρατιᾶς
κέλευε δὲ οἷσιν ἕκαστος
ἡγεμόνων
τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι “
οἱ δ᾽ ἄλλοι ἀκὴν ἴσαν (οὐδέ κε φαίης
τόσσον λαὸν ἕπεσθαι ἔχοντ᾽ ἐν στήθεσιν αὐδήν)
σιγῇ δειδιότες σημάντορας.
τῶν δ᾽ ὥστ᾽ ὀρνίθων πετεηνῶν” φησίν
ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων.καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον “
ὣς Τρώων ἀλαλητός” φησίν
ἀνὰ στρατὸν εὐρὺν ὀρώρει:ὑπὲρ δὲ τῶν Ἑλλήνων “οἳ δ᾽ ἄρ᾽ ἴσαν σιγῇ” φησίν
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾽ ἴα γῆρυς.
μένεα πνείοντες Ἀχαιοί,οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.