previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν: περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν

κέλευε δὲ οἷσιν ἕκαστος
ἡγεμόνων
περὶ δὲ τῆς στρατιᾶς

οἱ δ᾽ ἄλλοι ἀκὴν ἴσανοὐδέ κε φαίης
τόσσον λαὸν ἕπεσθαι ἔχοντ᾽ ἐν στήθεσιν αὐδήν
σιγῇ δειδιότες σημάντορας.
τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι
τῶν δ᾽ ὥστ᾽ ὀρνίθων πετεηνῶνφησίν
ἔθνεα πολλά, χηνῶν γεράνων κύκνων δουλιχοδείρων.
καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον
ὣς Τρώων ἀλαλητόςφησίν
ἀνὰ στρατὸν εὐρὺν ὀρώρει:
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾽ ἴα γῆρυς.
ὑπὲρ δὲ τῶν Ἑλλήνωνοἳ δ᾽ ἄρ᾽ ἴσαν σιγῇφησίν
μένεα πνείοντες Ἀχαιοί,
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: