previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ οὔ μοι ἀτρεκὲς ὑπὲρ τῶν ἐπέκεινα τοῦ Ὑφάσιος ποταμοῦ ἰσχυρίσασθαι, ὅτι οὐ πρόσω τοῦ Ὑφάσιος ἦλθεν Ἀλέξανδρος. [2] αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγάθεϊ πολλόν τι ὑπερφέρειν Μεγασθένης ἀνέγραψε, καὶ ὅσοι ἄλλοι μνήμην τοῦ Γάγγεω ἔχουσιν: [3] αὐτόν τε γὰρ μέγαν ἀνίσχειν ἀπὸ τῶν πηγέων, δέκεσθαί τε ἐς ἑωυτὸν τόν τε Καϊνὰν ποταμὸν καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσόανον, πάντας πλωτούς: ἐπὶ δὲ Σῶνόν τε ποταμὸν καὶ Σιττόκατιν καὶ Σολόματιν, καὶ τούτους πλωτούς: [4] ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγόρανιν καὶ Ὤμαλιν. ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμινάσης τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ ἔθνεος Ἰνδικοῦ τοῦ Μαδυανδινῶν ῥέων, [5] καὶ ἐπὶ τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύμαγις ἐν τοῖσι Παζάλῃσι καλεομένοισι. καὶ Ἐρρένυσις δὲ ἐν Μάθῃσιν, ἔθνεϊ Ἰνδικῷ, συμβάλλει τῷ Γάγγῃ. [6] τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου ἀποδέοντα, ἵναπερ ναυσίπορος Μαίανδρος. [7] εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος, ἐς ἑκατὸν σταδίους: πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα. [8] τῷ δὲ Ἰνδῷ ἐς τωὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς [p. 5] τόν τε Ὕφασιν ἐν Ἀστρύβῃσι καὶ τὸν Σαράγγην ἐκ Κηκέων καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς τὸν Ἀκεσίνην ἐμβάλλουσιν. [9] Ὑδάσπης δὲ ἐν Ὀξυδράκῃσιν ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος. [10] δὲ Ἀκεσίνης ἐν Μαλλοῖσι συμβάλλει τῷ Ἰνδῷ: καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. τούτων Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσι ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ δὴ οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν. [11] κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μάλαντόν τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ ἐς τὸν Ἰνδόν. [12] κατύπερθε δὲ τούτων Πάρενος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν. [13] οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον. [14] ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴδμεν, ἀλλὰ ἀπ᾽ αὐτοῦ διώρυχας τετμημένας κατὰ τὴν χώρην τὴν Αἰγυπτίην: [15] δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέκεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὐδὲ πλήθεϊ ἴσους τοῖσιν Ἰνδῶν ποταμοῖσιν, οἳ τὸν Ἰνδὸν καὶ τὸν Γάγγεα ἐκδιδοῦσι, πλωτοὺς δὲ δὴ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν Ἔνον τε καὶ τὸν Σάον. [16] Ἔνος μὲν ἐν μεθορίῳ τῆς Νωρικῶν καὶ Ῥαιτῶν γῆς μίγνυται τῷ Ἴστρῳ, δὲ Σάος κατὰ Παίονας. δὲ χῶρος, ἵναπερ. συμβάλλουσιν οἱ ποταμοί, Ταυροῦνος καλέεται. ὅστις δὲ καὶ ἄλλον οἶδε ναυσίπορον τῶν ἐς τὸν Ἴστρον ἐκδιδόντων, ἀλλὰ οὐ πολλούς κου οἶδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (13 total)
  • Cross-references to this page (13):
    • Dictionary of Greek and Roman Geography (1854), CAIE´TA
    • Dictionary of Greek and Roman Geography (1854), ERANNABOAS
    • Dictionary of Greek and Roman Geography (1854), GANGES
    • Dictionary of Greek and Roman Geography (1854), GORYA
    • Dictionary of Greek and Roman Geography (1854), JOMANES
    • Dictionary of Greek and Roman Geography (1854), MAGON
    • Dictionary of Greek and Roman Geography (1854), MALAMANTUS
    • Dictionary of Greek and Roman Geography (1854), PTA´RENUS
    • Dictionary of Greek and Roman Geography (1854), SARANGES
    • Dictionary of Greek and Roman Geography (1854), SITTOCATIS
    • Dictionary of Greek and Roman Geography (1854), SOLOMATIS
    • Dictionary of Greek and Roman Geography (1854), SONUS
    • Dictionary of Greek and Roman Geography (1854), STURA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: