next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ τὰ πρὸς ἑσπέρην ἔστε ἐπὶ ποταμὸν Κωφῆνα Ἀστακηνοὶ καὶ Ἀσσακηνοί, ἔθνεα Ἰνδικά, ἐποικέουσιν. [2] ἀλλὰ οὔτε μεγάλοι τὰ σώματα, κατάπερ οἱ ἐντὸς τοῦ Ἰνδοῦ ᾠκισμένοι, οὔτε ἀγαθοὶ ὡσαύτως τὸν θυμὸν οὐδὲ μέλανες ὡσαύτως τοῖσι πολλοῖσιν Ἰνδοῖσιν. [3] οὗτοι πάλαι μὲν Ἀσσυρίοισιν ὑπήκοοι ἦσαν: ἐπὶ δὲ Μήδοισι Περσέων ἤκουον, καὶ φόρους ἀπέφερον Κύρῳ τῷ Καμβύσεω ἐκ τῆς γῆς σφῶν, οὓς ἔταξε Κῦρος. [4] Νυσαῖοι δὲ οὐκ Ἰνδικὸν γένος ἐστίν, ἀλλὰ τῶν ἅμα Διονύσῳ ἐλθόντων ἐς τὴν γῆν τὴν Ἰνδῶν, τυχὸν μὲν Ἑλλήνων, ὅσοι ἀπόμαχοι αὐτῶν ἐγένοντο ἐν τοῖσι πολέμοισιν οὕστινας πρὸς Ἰνδοὺς Διόνυσος ἐπολέμησε, τυχὸν δὲ καὶ τῶν ἐπιχωρίων. [5] τοὺς ἐθέλοντας τοῖσιν Ἕλλησι συνῴκισε, τήν τε χώρην Νυσαίην ὠνόμασεν ἀπὸ τοῦ οὔρεος τῆς Νύσης Διόνυσος, καὶ τὴν πόλιν αὐτὴν Νῦσαν. [6] καὶ τὸ οὖρος τὸ πρὸς τῇ πόλι, ὅτου ἐν τῇσιν ὑπωρείῃσιν ᾤκισται Νῦσα, Μηρὸς κληίζεται ἐπὶ τῇ συμφορῇ ᾗτινι ἐχρήσατο εὐθὺς γενόμενος. [7] ταῦτα μὲν οἱ ποιηταὶ ἐπὶ Διονύσῳ ἐποίησαν, καὶ ἐξηγείσθων αὐτὰ ὅσοι λόγιοι Ἑλλήνων βαρβάρων: [8] ἐν Ἀσσακηνοῖσι δὲ Μάσσακα, πόλις μεγάλη, ἵναπερ καὶ τὸ κράτος τῆς γῆς ἐστι τῆς Ἀσσακίης: καὶ ἄλλη πόλις Πευκελαῗτις, μεγάλη καὶ αὐτή, οὐ μακρὰν τοῦ Ἰνδοῦ. ταῦτα μὲν ἔξω τοῦ Ἰνδοῦ ποταμοῦ ᾤκισται πρὸς ἑσπέρην ἔστε ἐπὶ τὸν Κωφῆνα. [p. 2]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: