previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] τί δὲ νοσεῖ, Λυκῖνε, Λεξιφάνης ;

Λυκῖνος
αὐτὰ ταῦτα, Σώπολι. οὐκ ἀκούεις οἷα φθέγγεται ; καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπ᾽ αὐτοῖς, ὡς δή τι μέγα ὄν, εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι.

Σώπολις
μὰ Δί᾽ οὐ μικράν τινα λέγεις τὴν νόσον, Λυκῖνε. βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶκατὰ θεὸν γὰρ τῶν χολώντων ^ τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειεφέρε πρῶτος αὐτὸς πῖθι, Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς. ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ.

Λεξιφάνης
οὐκ οἶδ᾽ καὶ δράσετέ με, Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου. δέδοικα γοῦν μὴ πῶμα ^ γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα. [p. 320]

Λυκῖνος
πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις.

Λεξιφάνης
ἰδοὺ πείθομαι καὶ πίομαι. φεῦ, τί τοῦτο ; πολὺς βορβορυγμός. ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι

Σώπολις
.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: