next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λεξιφάνης καλὸς μετὰ βιβλίου ;

Λεξιφάνης
νὴ Δί᾽, Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν.

Λυκῖνος
ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις ;

Λεξιφάνης
οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν. σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα.

Λυκῖνος
σύγγνωθι, ἑταῖρε: πολὺ γὰρ τοῦ αὐχμοῦ τὸ νεοχμὸν μετέχει. ἀλλ᾽ εἰπέ μοι, τίς νοῦς τῷ συγγράμματι ;

Λεξιφάνης
ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ. [p. 294]

Λυκῖνος
πολλοὶ μὲν οἱ Ἀρίστωνες: σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν.

Λεξιφάνης
ὀρθῶς ἀνέγνως. τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν.

Λυκῖνος
οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως: νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπ᾽ αὐτοῦ.

Λεξιφάνης
τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε: σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε. ἀπέστω δὲ ἐπιβύστρα Κυψελίς.

Λυκῖνος
λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται.

Λεξιφάνης
σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τὲ ^ ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος. [p. 296]

Λυκῖνος
ἔοικε τοιοῦτος εἶναι σός γε ὤν. ἀλλ᾽ ἄρξαι ποτέ.

Λεξιφάνης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: