previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] εἶτα, θαυμάσιε Σόλων, τοιαῦτά μοι καὶ τηλικαῦτα ἔχων ἆθλα διεξιέναι, μῆλα καὶ σέλινα διηγοῦ καὶ θαλλὸν ἐλαίας ἀγρίας καὶ πίτυν;

Σόλων
καὶ μήν, Ἀνάχαρσι, οὐδ᾽ ἐκεῖνά σοι ἔτι δόξει μικρὰ εἶναι, ὁπόταν λέγω καταμάθῃς: ἀπὸ γάρ τοι τῆς αὐτῆς γνώμης γίγνεται, καὶ μέρη πάντα ταῦτά ἐστι μικρὰ τοῦ μείζονος ἐκείνου ἀγῶνος καὶ τοῦ στεφάνου ὃν κατέλεξα τοῦ πανευδαίμονος. δὲ λόγος, οὐκ οἶδ᾽ ὅπως ὑπερβὰς τὴν τάξιν, ἐκείνων πρότερον ^ ἐπεμνήσθη τῶν Ἰσθμοῖ γιγνομένων καὶ Ὀλυμπίασι καὶ ἐν Νεμέᾳ. πλὴν ἀλλὰ νὼσχολὴν γὰρ ἄγομεν καὶ σύ, ὡς φής, προθυμῇ ἀκούεινἀναδραμούμεθα ῥᾳδίως πρὸς τὴν ἀρχὴν καὶ τὸν κοινὸν ἀγῶνα δι᾽ ὅν φημι πάντα ταῦτα ἐπιτηδεύεσθαι.

Ἀνάχαρσις
ἄμεινον, Σόλων, οὕτως: καθ᾽ ὁδὸν γὰρ ἂν ἡμῖν λόγος μᾶλλον προχωροίη, καὶ τάχ᾽ ἂν ἴσως ἀπὸ τούτων πεισθείην μηδὲ ἐκείνων ἔτι καταγελᾶν, εἴ τινα ἴδοιμι σεμνυνόμενον κοτίνῳ σελίνῳ ἐστεφανωμένον. ἀλλ᾽ εἰ δοκεῖ, εἰς τὸ σύσκιον ἐκεῖσε ἀπελθόντες καθίσωμεν ἐπὶ τῶν θάκων, ὡς μὴ ἐνοχλοῖεν ἡμῖν οἱ ἐπικεκραγότες τοῖς παλαίουσιν. ἄλλως τεεἰρήσεται γάροὐδὲ τὸν ἥλιον ἔτι ῥᾳδίως ἀνέχομαι ὀξὺν καὶ φλογμώδη ἐμπίπτοντα γυμνῇ τῇ κεφαλῇ. τὸν γὰρ πῖλόν [p. 22] μοι ἀφελεῖν οἴκοθεν ἔδοξεν, ὡς μὴ μόνος ἐν ὑμῖν ξενίζοιμι τῷ σχήματι. δὲ ὥρα τοῦ ἔτους τι περ τὸ πυρωδέστατόν ἐστι, τοῦ ἀστέρος ὃν ὑμεῖς κύνα φατὲ πάντα καταφλέγοντος καὶ τὸν ἀέρα ξηρὸν καὶ διακαῆ τιθέντος, τε ἥλιος κατὰ μεσημβρίαν ἤδη ὑπὲρ κεφαλῆς ἐπικείμενος φλογμὸν τοῦτον οὐ φορητὸν ἐπάγει τοῖς σώμασιν. ὥστε καὶ σοῦ θαυμάζω, ὅπως γηραιὸς ἤδη ἄνθρωπος οὔτε ἰδίεις πρὸς τὸ θάλπος ὥσπερ ἐγὼ οὔτε ὅλως ἐνοχλουμένῳ ἔοικας, οὐδὲ περιβλέπεις σύσκιόν τι ἔνθα ὑποδύσῃ, ἀλλὰ δέχῃ τὸν ἥλιον εὐμαρῶς.

Σόλων
οἱ μάταιοι γὰρ οὗτοι πόνοι, Ἀνάχαρσι, καὶ αἱ συνεχεῖς ἐν τῷ πηλῷ κυβιστήσεις καὶ αἱ ὕπαιθροι ἐν τῇ ψάμμῳ ταλαιπωρίαι τοῦτο ἡμῖν τὸ ἀμυντήριον παρέχουσι πρὸς τὰς τοῦ ἡλίου βολάς, καὶ οὐκέτι πίλου δεόμεθα ὃς τὴν ἀκτῖνα κωλύσει καθικνεῖσθαι τῆς κεφαλῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: