next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα δὲ ὑμῖν, ω Σόλων, τίνος ἔνεκα οἱ νέοι ποιοῦσιν; οἱ μὲν αὐτῶν περιπλεκόμενοι ἀλλήλους ὑποσκελίζουσιν, οἱ δὲ ἄγχουσι καὶ λυγίζουσι καὶ ἐν τῷ πηλῷ συναναφύρονται κυλινδούμενοι ὥσπερ σύες. καίτοι κατ᾽ ἀρχὰς εὐθὺς ἀποδυσάμενοιἑώρων γάρλίπα τε ἠλείψαντο καὶ κατέψησε μάλα εἰρηνικῶς ἅτερος τὸν ἕτερον ἐν τῷ μέρει. μετὰ δὲ οὐκ οἶδ᾽ τι παθόντες ὠθοῦσί τε ἀλλήλους συννενευκότες καὶ τὰ μέτωπα συναράττουσιν ὥσπερ οἱ κριοί. καὶ ἢν ἰδοὺ ἀράμενος ἐκεινοσὶ τὸν ἕτερον ἐκ τοῖν σκελοῖν ἀφῆκεν εἰς τὸ ἔδαφος, εἶτ᾽ ἐπικαταπεσὼν ἀνακύπτειν οὐκ ἐᾷ, συνωθῶν κάτω εἰς τὸν πηλὸν τέλος δὲ ἤδη περιπλέξας αὐτῷ τὰ σκέλη κατὰ τὴν γαστέρα τὸν πῆχυν ὑποβαλὼν τῷ λαιμῷ ἄγχει ἄθλιον, δὲ παρακροτεῖ εἰς τὸν ὦμον, ἱκετεύων οἶμαι, ὡς μὴ τέλεον ἀποπνιγείη. καὶ οὐδὲ τοῦ ἐλαίου ἕνεκα φείδονται μὴ μολύνεσθαι., ἀλλ᾽ ἀφανίσαντες τὸ χρῖσμα καὶ τοῦ βορβόρου ἀναπλησθέντες ἐν ἱδρῶτι ἅμα πολλῷ [p. 4] γέλωτα ἐμοὶ γοῦν παρέχουσιν ὥσπερ αἱ ^ ἐγχέλυες ἐκ τῶν χειρῶν διολισθαίνοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: