Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καὶ τίς σοι, οἷοι πολλοὶ εἰσιν, οἴχηται ἀποσπάσας τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ
ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν
περιπατήσουσαι: καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν
ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προθεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ
Παρρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ
στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην.
[p. 80]
Παρρησιάδης
ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα. Ἔλεγχος
ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ ^ ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν; Παρρησιάδης
οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτ᾽ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.