Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις: ἐπίβαλλε τῶν βώλων: προσεπίβαλλε καὶ τῶν ὀστράκων παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον ὅρα μὴ διαφύγῃ: καὶ σὺ βάλλε, ὦ Πλάτων καὶ
σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα συνασπίσωμεν ἐπ᾽ αὐτόν,
ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις, κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ: μηδὲ ἀνῆτε: διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.