previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] μηδαμῶς: ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου. [p. 6]

Πλάτων
ἄραρεν οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον φησιν, ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά.

Παρρησιάδης
καὶ μὴν καθ᾽ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω: αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με: ζωγρεῖτ᾽ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ.

Πλάτων
ἀλλ᾽ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.

Παρρησιάδης
οἴμοι τῶν κακῶν. μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον: τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. μὴ κτεῖνε: τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.

Πλάτων
τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους; [p. 8]

Παρρησιάδης
νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτὲ ^ με;

Πλάτων
νὴ Δία: φησὶ γοῦν ἐκεῖνος αὐτός, ^ ἀχαλίνων στομάτων ἀνόμου τ᾽ ἀφροσύνας τὸ τέλος δυστυχία.

Παρρησιάδης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: