previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[417α] τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.

Σωκράτης
οὐκοῦν τὸ μὲνσυμφέρονἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν: τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενασυμφέροντάτε καὶσύμφορακεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γεκερδαλέονἀπὸ τοῦ [417β] κέρδους. ‘κέρδοςδὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ βούλεται: τὸ γὰρ ἀγαθὸν κατ᾽ ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα: δέλτα δ᾽ ἐνθεὶς ἀντὶ τοῦ νῦκέρδοςἐφθέγξατο.

Ἑρμογένης
Λυσιτελοῦνδὲ τί δή;

Σωκράτης
ἔοικεν, Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν [417ξ] μοι δοκεῖ τὸλυσιτελοῦν,’ ἀλλ᾽ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλ᾽ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν: τὸ γὰρ τῆς φορᾶς λύον τὸ τέλοςλυσιτελοῦνκαλέσαι. ‘ὠφέλιμονδὲ ξενικὸν τοὔνομα, καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷὀφέλλειν’: ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶποιεῖν ἐπωνυμία. [417δ]

Ἑρμογένης
τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;

Σωκράτης
ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.

Ἑρμογένης
ποῖα ταῦτα;

Σωκράτης
ἀσύμφορονκαὶἀνωφελὲςκαὶἀλυσιτελὲςκαὶἀκερδές.’

Ἑρμογένης
ἀληθῆ λέγεις.

Σωκράτης
ἀλλὰβλαβερόνγε καὶζημιῶδες.’

Ἑρμογένης
ναί.

Σωκράτης
καὶ τὸ μέν γεβλαβερὸντὸ [417ε] βλάπτον τὸν ῥοῦν εἶναι λέγει: τὸ δὲβλάπτοναὖ σημαίνει βουλόμενον ἅπτειν: τὸ δὲἅπτεινκαὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴηβουλαπτεροῦν,’ καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεταιβλαβερόν.’

Ἑρμογένης
ποικίλα γέ σοι, Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: