[417α]
τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.Σωκράτης
οὐκοῦν τὸ μὲν ‘συμφέρον’ ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν: τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα ‘συμφέροντά’ τε καὶ ‘σύμφορα’ κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε ‘κερδαλέον’ ἀπὸ τοῦ [417β] κέρδους. ‘κέρδος’ δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται: τὸ γὰρ ἀγαθὸν κατ᾽ ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα: δέλτα δ᾽ ἐνθεὶς ἀντὶ τοῦ νῦ ‘κέρδος’ ἐφθέγξατο.Ἑρμογένης
‘Λυσιτελοῦν’ δὲ τί δή;Σωκράτης
ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν [417ξ] μοι δοκεῖ τὸ ‘λυσιτελοῦν,’ ἀλλ᾽ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλ᾽ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν: τὸ γὰρ τῆς φορᾶς λύον τὸ τέλος ‘λυσιτελοῦν’ καλέσαι. ‘ὠφέλιμον’ δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ ‘ὀφέλλειν’: ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ †ποιεῖν ἐπωνυμία. [417δ] Ἑρμογένης
τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;Σωκράτης
ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.Ἑρμογένης
ποῖα ταῦτα;Σωκράτης
‘ἀσύμφορον’ καὶ ‘ἀνωφελὲς’ καὶ ‘ἀλυσιτελὲς’ καὶ ‘ἀκερδές.’Ἑρμογένης
ἀληθῆ λέγεις.Σωκράτης
ἀλλὰ ‘βλαβερόν’ γε καὶ ‘ζημιῶδες.’Ἑρμογένης
ναί.Σωκράτης
καὶ τὸ μέν γε ‘βλαβερὸν’ τὸ [417ε] βλάπτον τὸν ῥοῦν εἶναι λέγει: τὸ δὲ ‘βλάπτον’ αὖ σημαίνει βουλόμενον ἅπτειν: τὸ δὲ ‘ἅπτειν’ καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴη ‘βουλαπτεροῦν,’ καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται ‘βλαβερόν.’Ἑρμογένης
ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ