Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἔπειτα φυσήσαντα τὴν κύστιν ἐν
τῇ ληκύθῳ ἐνοῦσαν, ἵνα διευρυνθῇ ὡς μάλιστα,
καὶ ἐλαίου ἐμπλήσαντα περιτεμεῖν τῆς κύστιδος
τὸ ὑπερέχον τῆς ληκύθου καὶ προσαρμόσαι
τῷ στόματι ὡς ἀδηλότατα, καὶ βύσαντα τὴν
λήκυθον κομίζειν φανερῶς. διαφανές τε οὖν τὸ
ἔλαιον ἔσται ἐν τῇ ληκύθῳ καὶ οὐδὲν ἄλλο φανεῖται
ἐνόν.