next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὅσοις τῶν ἀνθρώπων ἐκ τῆς αὑτῶν ὁρμωμένοις χώρας ὑπερόριοί τε ἀγῶνες καὶ κίνδυνοι συμβαίνουσιν, ἄν τι σφάλμα γένηται κατὰ γῆν κατὰ θάλασσαν, ὑπολείπεται τοῖς περιγιγνομένοις αὐτῶν οἰκεία τε χώρα καὶ πόλις καὶ πατρίς, ὥστε οὐκ ἂν ἄρδην πάντες ἀναιρεθείησαν: [2] τοῖς δὲ ὑπὲρ τῶν μεγίστων μέλλουσι κινδυνεύειν, ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων, οὐκ ἴσος οὐδὲ ὅμοιος ἀγών ἐστιν, ἀλλὰ σωθεῖσι μὲν καὶ καλῶς ἀμυναμένοις τοὺς πολεμίους φοβεροὺς τοῖς ἐναντίοις καὶ δυσεπιθέτους εἰς τὸν λοιπὸν χρόνον εἶναι, κακῶς δὲ προσενεχθεῖσι πρὸς τοὺς κινδύνους οὐδεμία ἐλπὶς σωτηρίας ὑπάρξει. [3] τοὺς οὖν ὑπὲρ τοσούτων καὶ τοιούτων μέλλοντας ἀγωνίζεσθαι οὐδεμιᾶς παρασκευῆς καὶ προθυμίας ἐλλιπεῖς εἶναι δεῖ, ἀλλὰ πολλῶν καὶ παντοίων ἔργων πρόνοιαν ἑκτέον, ὅπως διά γε αὑτοὺς μηδὲν φανῶσι σφαλέντες: [4] ἂν δὲ ἄρα τι σύμπτωμα γένηται, ἀλλ̓ οἵ γε λοιποὶ τὰ ὑπάρχοντα εἰς ταὐτό ποτε καταστήσαιεν [p. 28] ἄν, καθάπερ τινὲς τῶν Ἑλλήνων εἰς τὸ ἔσχατον ἀφικόμενοι πάλιν ἀνέλαβον ἑαυτούς. ι. Τὴν οὖν τῶν σωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος τῆς πόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκων τὰς καταστάσεις καὶ περιοδίας, καὶ ὅσα ἄλλα σώμασι κατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς μερισμοὺς ποιητέον. [2] τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ συντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ ἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν διαβάσεις καὶ τὰς ἐκ τῶν τοιούτων παρατάξεις: [3] τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖ συντετάχθαι, πρὸς δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸν παρόντα κίνδυνον. [4] πρῶτον μὲν οὖν αὐτῶν ἀπονεῖμαι δεῖ τοὺς φρονιμωτάτους τε καὶ ἐμπείρους μάλιστα πολέμου, οἳ περὶ τοὺς ἄρχοντας [p. 30] ἔσονται: [5] ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ δυνησόμενα μάλιστα πονεῖν, καὶ μερίσαντα λοχίσαι, ἵνα εἴς τε τὰς ἐξόδους καὶ τὰς κατὰ πόλιν περιοδίας καὶ τὰς τῶν πονουμένων βοηθείας εἴς τινα ἄλλην ὁμότροπον ταύταις λειτουργίαν ὑπάρχωσιν οὗτοι προτεταγμένοι τε καὶ δυνατοὶ ὄντες ὑπηρετεῖν. [6] εἶναι δὲ αὐτοὺς εὔνους τε καὶ τοῖς καθεστηκόσι πράγμασιν ἀρεσκομένους: μέγα γὰρ πρὸς τὰς τῶν ἄλλων ἐπιβουλὰς τοιοῦτο ἀθρόον ὑπάρχον ἀντ̓ ἀκροπόλεως: φόβος γὰρ ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει. [7] ἡγεμὼν δὲ καὶ ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ εὔρωστος, καὶ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης. [8] τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰς φυλακὰς καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι, [9] τῶν δὲ ὄχλων τοὺς μὲν εἰς τὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον, τοὺς δὲ ἄλλους εἰς τὰς οὔσας ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲν ἔρημον εἰς δύναμιν τῆς πόλεως. ιι. Ἄριστον δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα καὶ ὡς μάλιστα ἀβάτους [p. 32] ποιοῦντα τοῖς νεωτερίζειν βουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς. [2] Λακεδαιμόνιοι δὴ Θηβαίων ἐμβαλόντων ἔκ τε τῶν ἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων ἄλλοι κατ̓ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ τὸ πόλισμα. [3] Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντο νυκτὸς ἐν τῇ πόλει Θηβαίους ὄντας, κατανοήσαντες οὐ πολλοὺς αὐτοὺς ὄντας οὐδὲ ἔργων τῶν προσηκόντων ἁπτομένους, οἰομένους γε μέντοι κατέχειν τὴν πόλιν, ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατήσειν. τεχνάζουσιν οὖν εὐθέως τοιόνδε. [4] τῶν ἀρχόντων οἱ μὲν ὁμολογίας ἐποιοῦντο τοῖς Θηβαίοις ἐν τῇ ἀγορᾷ, οἱ δὲ παρήγγελλον κρύφα τοῖς ἄλλοις πολίταις σποράδην μὲν ἐκ τῶν οἰκιῶν μὴ ἐξιέναι, καθ̓ ἕνα δὲ καὶ δύο τοὺς κοινοὺς τοίχους διορύττοντας λαθραίως παῤ ἀλλήλους ἀθροίζεσθαι. [5] ἑτοιμασθέντος δὲ πλήθους ἀξιομάχου τὰς μὲν διόδους καὶ τὰς ῥύμας ἐτύφλωσαν ἁμάξαις ἄνευ ὑποζυγίων, ἀπὸ δὲ [p. 34] σημείου ἀθροισθέντες ἐφέροντο ἐπὶ τοὺς Θηβαίους. [6] ἅμα δὲ τούτοις τὰ γύναια καὶ οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι. οἱ μὲν γὰρ ἔφευγον ἄπειροι ὄντες χρὴ σωθῆναι διὰ τὰς φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν. [7] Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες: κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά: [8] εἰ μὲν ἕνα δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν τοῖς ἐναντίοις ὑπάρχειν: εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: