Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἤδη δέ
τινες τειχήρεις ὄντες καὶ ὧδε ἔλαθον ἐπεξελθόντες.
τὰς μὲν πύλας ἀπέδειμαν ὁρατῶς τοῖς πολεμίοις:
ᾗ δὲ μάλιστα εὐεπιθέτως εἶχον οἱ ἐναντίοι, ταύτῃ
κατεπέτασαν ἀκάτειον καὶ ἀνῆραν διὰ χρόνου τινός,
ὥστε κατ̓ ἀρχὰς μὲν θαυμάσαι τοὺς πολεμίους,
ὕστερον δὲ καὶ πολλάκις γιγνομένου ἀμέλειαν εἶχον.