Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
πορευθέντες δὲ εἰς τόπον ὅπου ἦν αὐτοῖς ξενικὸν
[p. 124]
προητοιμασμένον κρυφαίως κομισθέντες κατὰ
θάλατταν, ἀναλαβόντες ἔφθασαν καὶ ἔλαθον εἰσαγαγόντες
εἰς τὴν πόλιν κατ̓ ἄλλας ὁδούς, ὡς τοὺς
ἐπεξελθόντας πολίτας πάλιν ἀπαγαγόντες: τὴν δὲ
πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς
πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς
ἐνέδραις ὄντων τοὺς μὲν ἐφυγάδευον, τοὺς δὲ ἐδέχοντο.
διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν καὶ
μὴ ἀλογίστως νύκτωρ εἰς πολεμίους ἔξοδον πλήθους ποιεῖσθαι.