Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
οἱ δὲ Τριβαλλοί,
ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ
ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν
χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν
χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ
δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ
προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ
ῥώμῃ καὶ προθυμίᾳ: οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς
ἐνέδρας.