Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἐπεὶ δ̓ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν οἱ
πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν
ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ
ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν
ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ
προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα
δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ
νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους παρεῖναι
ἐν τῇ αὑτοῦ φυλῇ ὄντας ἕκαστον.