Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10α]
Παραπλησίως δὲ ἐν Ἡρακλείᾳ τῇ ἐν τῷ Πόντῳ,
οὔσης δημοκρατίας καὶ ἐπιβουλευόντων τῶν
πλουσίων τῷ δήμῳ καὶ μελλόντων ἐπιτίθεσθαι,
προγνόντες οἱ προστάται τοῦ δήμου τὸ μέλλον, οὐσῶν
αὐτοῖς τριῶν φυλῶν καὶ τεσσάρων ἑκατοστύων,
ἔπεισαν τὸ πλῆθος ἑξήκοντα εἶναι ἑκατοστύας, ἵνα
ἐν ταύταις καὶ εἰς τὰς φυλακὰς καὶ εἰς τὰς ἄλλας
λειτουργίας φοιτῶσιν οἱ πλούσιοι.