Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
οἷον καὶ Διονύσιος
ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα
Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ
πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα: γενόμενος αὐτῷ ἐν
ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι,
φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν,
γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετ̓ εὐνοίας ἰσχὺς
ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο: τεχνάζει δὲ
τοιόνδε.