Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐθύτατα δεῖ αὐτοῖς πεποιῆσθαι σύσσημα,
ἀφ̓ ὧν μὴ ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς:
ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκὶς ἡ ἐν Εὐρίπῳ
κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας,
τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε.