previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πυλωρικά

Προνοεῖσθαι δὲ καὶ τάδε ἐν φόβῳ οὔσης πόλεως. πύλας τὰς μὲν ἄλλας κεκλεῖσθαι, μίαν δὲ ἀνεῷχθαι ἂν δυσπροσοδώτατον τῆς πόλεως καὶ ἐπὶ πλεῖστον ἀπ̓ αὐτῆς μέλλωσιν ὁρᾶσθαι οἱ προσιόντες, [2] καὶ ἐν ταύτῃ ἐκτομάδα, ἵνα σώματα μὲν ἀνθρώπων κατὰ τὴν ἐκτομάδα πυλίδα ἐξίῃ καὶ εἰσίῃ καθ̓ ἕνα: οὕτω γὰρ ἂν ἥκιστά τις λανθάνοι αὐτομολῶν κατάσκοπος εἰσιών, [3] ἐάνπερ γε πυλωρὸς νοηρός. πᾶσαν δὲ ἀνοίγεσθαι ὑποζυγίων ἕνεκεν καὶ ἁμαξῶν καὶ ἀγωγίμων ἐπισφαλές. καὶ ἐάν τι δέῃ εἰσενέγκασθαι σίτου ἐλαίου οἴνου ἐν τάχει τῶν ὁμοτρόπων τούτοις, ἁμάξαις σωμάτων πλήθει, ταῦτα δὲ χρὴ κατὰ τὰς ἐγγύτατα πύλας κομίζειν, ...καὶ οὕτως ἂν τάχιστα καὶ ῥᾷστα εἰσκομισθείη. [4] τὸ δ̓ ὅλον μὴ ἀνοίγεσθαι πρωὶ πύλας ἀπροσκέπτως ἀλλ̓ ὀψιαίτερον, ἔξω τε μηδένα ἀφίεσθαι πρὶν ἐξερευνῆσαι τὰ περὶ τὴν πόλιν: ἔτι τε μηδὲ πλοῖα κατὰ ταύτας ὁρμίζεσθαι ἀλλ̓ [p. 146] ἀπωτέρω, ὡς ἤδη γε καὶ ἡμέρας πολλαὶ πράξεις ἀνοιχθεισῶν ἀμφοτέρων πυλῶν γεγόνασιν ἐπὶ τεχνασμάτων καὶ προφάσεων τοιῶνδε: γνωσθήσεται δὲ ἐφ̓ ἑνὸς ἔργου πολλὰ παραπλησίως τούτῳ πραχθέντα. [5] Πύθων μὲν Κλαζομένιος, καὶ τῶν ἐν τῇ πόλει τινῶν συνεθελόντων, τηρήσας τελέως τὸ ἡσυχαίτατον τῆς ἡμέρας, ἁμάξαις ἐκ παρασκευῆς πίθους εἰσαγούσαις κατέλαβε Κλαζομενάς: μενουσῶν ἐν ταῖς πύλαις τῶν ἁμαξῶν, καθ̓ ἅς, ξένων προϋπαρχόντων κρυφαίως οὐ πόρρω τῆς πόλεως, τοὺς μὲν τῶν πολιτῶν λαθόντες, τοὺς δὲ φθάσαντες, τινὰς δὲ τῶν ἔσω συνεργοὺς ἔχοντες κατέσχον τὴν πόλιν. [6] Ἰφιάδης τε Ἀβυδηνὸς κατὰ Ἑλλήσποντον καταλαμβάνων Πάριον ἄλλα τε περὶ τὴν ἀνάβασιν νυκτὸς ἐπὶ τοῦ τείχους λάθρᾳ παρεσκευάσατο καὶ ἁμάξας πληρώσας φρυγάνων καὶ βάτων παρέπεμψεν πρὸς τὸ τεῖχος, ἤδη τῶν πυλῶν κεκλεισμένων, ὡς τῶν Παριανῶν οὔσας τὰς ἁμάξας, αἵτινες ἐλθοῦσαι πρὸς τὰς πύλας ηὐλίζοντο, ὡς φοβούμεναι πολεμίους. [7] ἃς ἔδει ἐν καιρῷ τινι ὑφαφθῆναι, ἵνα αἱ πύλαι ἐμπρησθῶσι καὶ πρὸς τὸ σβεννύειν τῶν Παριανῶν ὁρμησάντων αὐτὸς κατὰ ἄλλον τόπον εἰσέλθῃ. Δοκεῖ δέ μοι συναγαγόντι δηλωτέον τίνα δεῖ φυλάσσεσθαι καὶ ἐν οἷς καιροῖς ἕκαστα, ἵνα τις μηδὲν εὐήθως ἀποδέχηται. [p. 148]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: