previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡμεροσκοπία

Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως καθιστάναι ἐπὶ τόπῳ ὑψηλῷ καὶ ὡς ἐκ πλείστου φαινομένῳ: ἡμεροσκοπεῖν δὲ ἐφ̓ ἑκάστῳ χωρίῳ τρεῖς τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλ̓ ἐμπείρους πολέμου, ὅπως μὴ δἰ ἄγνοιαν δοξάζων τι σκοπὸς σημάνῃ διαγγείλῃ εἰς τὴν πόλιν καὶ ματαίως ὀχλῇ τοῖς ἀνθρώποις. [2] πάσχουσι δὲ ταῦτα οἱ ἄπειροι τάξεων καὶ πολέμου, ἀγνοοῦντες τὰς τῶν πολεμίων ἐργασίας καὶ πράξεις, εἴτε ἐκ παρασκευῆς πράσσεται, εἴτε καὶ παρὰ ταὐτομάτου. [3] δὲ ἔμπειρος, γνοὺς τὴν τῶν πολεμίων παρασκευὴν καὶ πλῆθος καὶ πορείας καὶ τὴν ἄλλην κίνησιν τοῦ στρατεύματος, οὕτω τὴν ἀλήθειαν ἐμφανιεῖ. [4] Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν ἀπ̓ αὐτῶν φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπ̓ ἄλλοις τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν εἰς τὴν πόλιν. [5] εἶναι δὲ τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ τῶν σημείων δηλοῦν, ἀλλ̓ αὐτῶν τινα δέῃ ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται ταχὺ ἀφικνεῖσθαι, καὶ ὡς ἐκ πλείστου ἀγγέλλωσιν. [6] Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων ἵππων ἱππέας ἱππέας συνείρειν, ἵνα διὰ τῶνδε θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ τῆς πόλεως τοὺς ἡμεροσκόπους ὄρθρου ἔτι νυκτός, ἵνα τοῖς τῶν πολεμίων σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας πορευόμενοι ἐπὶ τὰ ἡμεροσκοπεῖα. [7] σύνθημα [p. 46] δὲ μὴ ἔχειν αὐτοὺς ἓν καὶ τὸ αὐτὸ ..., ὅπως μήτε ἑκόντες μήτε ἄκοντες, ἐὰν συλληφθῶσιν ὑπὸ τῶν πολεμίων, εἰπεῖν ἔχωσι τὸ τῶν ἐν τῇ πόλει σύνθημα. παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ σύσσημα ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς. ϝιι. Ὅταν δὲ χώρα ἐγκάρπως διακέηται μὴ πόρρω ὄντων πολεμίων, εἰκὸς πολλοὺς τῶν ἐν τῇ πόλει περὶ τοὺς ἐγγὺς χώρους διατελεῖν, γλιχομένους τοῦ καρποῦ. [2] τούτους δ̓ οὖν εἰς τὴν πόλιν ἀθροίζειν ὧδε χρή. πρῶτον μὲν τοῖς ἔξω ἅμα ἡλίῳ δύνοντι σημαίνειν ἀπιέναι εἰς τὴν πόλιν: ἐὰν δὲ καὶ ἐπὶ πλέον τῆς χώρας ἐσκεδασμένοι ὦσιν, ὑπὸ διαδεκτήρων σημαίνεσθαι, ὅπως πάντες οἱ πλεῖστοι παραγίγνωνται εἰς πόλιν. [3] ἐπειδὰν δὲ τούτοις σημανθῇ ἀπιέναι, οὕτως τοῖς ἐν τῇ πόλει δειπνοποιεῖσθαι: τὸ δὲ τρίτον σημαίνειν εἰς φυλακὴν ἰέναι καὶ καθιστάναι. [4] ὡς δὲ δεῖ τοῦτο γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ δὶς περὶ τῶν αὐτῶν γράφειν συμβῇ. [p. 48] ϝιιι. Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους. [2] Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ μὴ εἰσπλεῖν τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι, [3] τά τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις, οἷον πρὸς τειχοποιίαν σκηνοποιίαν ἄλλην τινὰ πρᾶξιν ὡς [4] δεῖ ἀχρεῖα ποιεῖν μὴ φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ τὰ κατ̓ ἀγροὺς ἔγκαρπα καὶ τὰ ἄλλα κατὰ τὴν χώραν, καὶ τὰ στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν, [5] περὶ μὲν οὖν τούτων πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τούτων γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά, δηλῶται: γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ Παρασκευαστικῇ βίβλῳ. [p. 50] ιχ. Ἄν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν, ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ στρατιώτας πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ. [2] διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν. [3] τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλ̓ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν. χ. Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν. [2] οἷς δ̓ ἂν μὴ ὑπάρξῃ ξενία παῤ οὓς θήσονται, τοὺς ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δἰ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα. [p. 52] Κηρύγματα [3] Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας. [4] τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἐν πρυτανείῳ ἐν βουλῇ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος. [5] μηδὲ δειπνεῖν κατὰ συσσιτίαν ἀλλ̓ ἐν ταῖς αὑτῶν οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου, καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν. Ἐὰν δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ξένων δούλων ἀποκινῇ, ἑκάστῳ τούτων ἔσται. [6] καὶ ἐάν τίς τινι τῶν φυγάδων συγγένηται παῤ ἐκείνων τισὶν ἐπιστολὰς πέμψῃ δέξηται, εἶναί τινα κίνδυνον ἐπιτίμιον [p. 54] αὐτῷ. τῶν δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς οὓς οἰσθήσεται πρότερον. [7] ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων. [8] ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι ὁρμίζεσθαι καθ̓ ἃς πύλας ἐν τοῖς ἐχομένοις ῥηθήσεται. [9] ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς αὐτῶν παραιρεῖσθαι, καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας, ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παῤ τίνες, ὅταν κατάγωνται. [10] τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν, ἐκκηρύττεσθαι. ὁμόρους δὲ κατὰ παίδευσιν κατ̓ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι. [11] ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων τυράννων στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλ̓ ἀεὶ παρεῖναί τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετ̓ αὐτῶν συνδιατελοῦσιν [p. 56] μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις. [12] καὶ ὧν ἂν σπανίζῃ πόλις, σίτου ἐλαίου ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν. [13] ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν κατ̓ οἶκον διατελεῖν: δὲ ἂν ἄλλῃ φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι. [14] ὅταν τε σημήνῃ, τούτοις τὰ ἐμπόρια καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι: [15] ὅταν δέ τινι ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ. καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ πόλει, τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ ἐπὶ βωμοῦ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων. [16] Ἐπὶ δὲ μονάρχῳ στρατηγῷ φυγάδι δυναστεύοντι χρὴ καὶ τάδε προκηρύττεσθαι ... [p. 58] ἐὰν δέ τι καὶ αὐτὸς πάθῃ ἀποκτείνας, τοῖς τέκνοις αὐτοῦ ἀποδίδοσθαι τὸ ἀγγελθὲν ἀργύριον: [17] ἐὰν δὲ μὴ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ. καὶ ἐάν τις τῶν συνόντων τῷ φυγάδι μονάρχῳ στρατηγῷ πράξῃ τι ... τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ εἶναι: διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν. [18] ἐν δὲ ξενικῷ στρατοπέδῳ τοιάδ̓, ἀναγγείλαντα σιγήν, πάντων ἀκουόντων κηρῦξαι. [19] εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι: ἀλλ̓ ὕστερον ... πεπωλήσεται: τὰ δ̓ ἐλάσσω τούτων ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον, [20] θάνατος ἔστω ζημία. μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ: εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι [p. 60] πράγμασι ... καὶ μάλιστ̓ ἂν ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπ̓ ἄλλας δημοσίας ἐργασίας. [21] οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα: γενόμενος αὐτῷ ἐν ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι, φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετ̓ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο: τεχνάζει δὲ τοιόνδε. [22] πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται. [23] Πόλεως δ̓ ὁμηρευομένης, ὅταν ἐπ̓ αὐτὴν στρατεία γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας: ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ [p. 62] ὑπεναντίον τι πρᾶξαι. [24] ἐὰν δὲ ἄρα δυσχερὲς μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν: καὶ ἄλλας ἐπ̓ ἄλλαις πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μεθ̓ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται φυλάξουσί τι. [25] ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν: οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι. Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος: ἤδη γάρ τινες, ἐπεὶ πάντῃ ἐξείργονται μηδὲν νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι, [26] τοιόνδε τεχνάζουσι. σὺν γὰρ τοῖς καλάθοις καὶ στρώμασι φερόμενοι εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ πρός τι κοιτασθῶσιν, διὰ τούτων τῶν φεγγέων σύσσημον ἐποιήσαντο: διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: