Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν, ὦ
ἄνδρες, Λεωκράτης φανερόν ἐστι: πυνθάνομαι δ᾽ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς
ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευσε καὶ κατὰ ταύτην τὴν ἐργασίαν
ἀπεδήμησεν εἰς Ῥόδον. ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθ᾽ ᾧ1
ῥᾳδίως λήψεσθ᾽ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς ἀκτῆς κατὰ τὴν
πυλίδα ἐμβαίνουσιν οἱ κατ᾽ ἐμπορίαν πλέοντες ἀλλ᾽ εἴσω2 τοῦ λιμένος,
ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀποστελλόμενοι: ἔπειτα οὐ μετὰ τῆς
ἑταίρας καὶ τῶν θεραπαινῶν ἀλλὰ μόνοι3 μετὰ παιδὸς τοῦ διακονοῦντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.