Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[ηψποτηεσις]
μετὰ τὰ ἐν Χαιρωνείᾳ δεινὰ ψήφισμα
ποιεῖ ὁ τῶν Ἀθηναίω δῆμος, ὥστε μήτε τινὰ ἔξω γενέσθαι τῆς πόλεως, μήτε
μὴν ἐκθέσθαι παῖδας καὶ γυναῖκας. Λεωκράτης οὖν τις ἐξελθὼν τῆς πόλεως, καὶ
ἀφικόμενος ἐν Ῥόδῳ καὶ πάλιν ἐν Μεγάροις, ἦλθεν ἐν Ἀθήναις: καὶ
παρρησιαζομένου αὐτοῦ κατηγορίαν ποιεῖται ὁ Λυκοῦργος αὐτοῦ ὡς προδότου. ἡ
δὲ στάσις ὅρος ἀντονομάζων: ὁμολογεῖ γὰρ καὶ ὁ Λεωκράτης ἀπολιπεῖν τὴν
πόλιν οὐ μέντοι προδιδόναι. ἄλλοι στοχασμὸν ἀπὸ γνώμης, ὡς τοῦ μὲν ἐξελθεῖν
ὁμολογουμένου, ἀμφιβαλλομένης δὲ τῆς προαιρέσεως, ποίᾳ γνώμῃ ἐξῆλθεν, εἴτ᾽
ἐπὶ προδοσίᾳ εἴτ᾽ ἐπὶ ἐμπορίᾳ. ἄλλοι δὲ ἀντίστασιν: λέγει γὰρ οὐκ ἐπὶ
προδοσίᾳ τῆς πόλεως ἐξελθεῖν, ἀλλ᾽ ἐπὶ ἐμπορίᾳ. ἔοικε δὲ ἡ τοῦ λόγου
ὑπόθεσις τῇ τοῦ κατὰ Αὐτολύκου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.