Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
ταῦτα, ὦ ἄνδρες,
ἔγραψαν εἰς τὴν στήλην, κα ταύτην ἔστησαν εἰς τὸ βουλευτήριον, ὑπόμνημα τοῖς
καθ᾽ ἑκάστην ἡμέραν συνιοῦσι καὶ βουλευομένοις ὑπὲρ τῆς πατρίδος, ὡς δεῖ
πρὸς τοὺς τοιούτους ἔχειν. καὶ διὰ τοῦτο ἄν τις αἴσθηται μόνον μέλλοντας
αὐτοὺς τούτων τι ποιεῖν, ἀποκτενεῖν1 συνώμοσαν, εἰκότως: τῶν μὲν γὰρ ἄλλων ἀδικημάτων
ὑστέρας δεῖ τετάχθαι τὰς τιμωρίας, προδοσίας δὲ καὶ δήμου καταλύσεως προτέρας.
εἰ γὰρ προήσεσθε2 τοῦτον τὸν
καιρόν, ἐν ᾧ μέλλουσιν ἐκεῖνοι κατὰ τῆς πατρίδος φαῦλόν τι πράττειν, οὐκ
ἔστιν ὑμῖν μετὰ ταῦτα δίκην παρ᾽ αὐτῶν ἀδικούντων λαβεῖν: κρείττους γὰρ
ἤδη γίγνονται τῆς παρὰ τῶν ἀδικουμένων τιμωρίας.
1 ἀποκτενεῖν Cobet: ἀποκτείνειν codd.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.