Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
συνέβη δὲ Στρατοκλεῖ πρὸς τοῖς ὑπάρχουσι πλέον ἢ πένθ᾽ ἡμιταλάντων οὐσίαν λαβεῖν: Θεοφῶν1 γὰρ ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφὸς ἀποθνῄσκων ἐποιήσατο τῶν θυγατέρων αὐτοῦ μίαν, καὶ τὰ ὄνθ᾽2 αὑτοῦ ἔδωκεν, ἀγρὸν τὸν Ἐλευσῖνι δυοῖν ταλάντοιν, πρόβατα ἑξήκοντα, αἶγας ἑκατόν, ἔπιπλα, ἵππον λαμπρὸν ἐφ᾽ οὗ ἐφυλάρχησε, καὶ τὴν ἄλλην κατασκευὴν ἅπασαν,