next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[ηψποτηεσις] Ἁγνίας τις εἶχεν ἀνεψιοὺς πολλούς, Θεόπομπον καὶ τὸν ἀδελφὸν αὐτοῦ Στρατοκλέα καὶ Στρατίον1 καὶ Εὐβουλίδην. οὗτος μέλλων τελευτᾶν ἐποιήσατο θετὴν ἑαυτῷ2 θυγατέρα, κελεύσας ἐν ταῖς διαθήκαις, εἴ τι πάθοι θυγάτηρ, ἔρχεσθαι τὸν κλῆρον εἰς Γλαύκωνα, ἀδελφὸν αὐτοῦ τυγχάνοντα ὁμομήτριον. ἐπὶ τούτοις αὐτοῦ τελευτήσαντος θυγάτηρ λαβοῦσα τὸν κλῆρον ἐτελεύτησεν. ἀποθανόντος δὲ καὶ Εὐβουλίδου θυγάτηρ αὐτοῦ, τοῦ Εὐβουλίδου, δικασαμένη πρὸς Γλαύκωνα ἔλαβε τὴν οὐσίαν. μετὰ ταῦτα τελευτησάντων καὶ τῶν περὶ τὸν Στρατοκλέα καὶ Στρατίον Θεόπομπος μόνος ἐδικάσατο πρὸς αὐτήν, καὶ ἔλαβε τὸν κλῆρον. πρὸς τοῦτον υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, Στρατοκλέους, δικάζεται [πρὸς αὐτὸν] δι᾽3 ἐπιτρόπου τινὸς [υἱός], φάσκων ἐξ ἴσου τὰ τῆς κληρονομίας ἁρμόζειν τῷ τε Θεοπόμπῳ καὶ τῷ παιδὶ τοῦ ἀδελφοῦ αὐτοῦ. στάσις πραγματική.

load focus English (1962)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: