Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
ἀλλ᾽ οὗτος, ἐπειδὴ Στρατοκλῆς ἐτελεύτησε πρὶν γενέσθαι τοῦ ἡμικληρίου τὰς λήξεις ἡμῶν ἑκατέρῳ, καὶ οὐκέτ᾽ ἦν μετουσία τῷ Στρατοκλεῖ τούτων οὐδὲ τῷ παιδὶ τῷδε διὰ τὸν νόμον, ἀλλ᾽ ἐγίγνετο εἰς ἐμὲ ἡ κληρονομία κατ᾽ ἀγχιστείαν πάντων, εἰ νικήσαιμι τοὺς ἔχοντας, τότ᾽ ἤδη πλάττει ταῦτα καὶ μηχανᾶται, προσδοκῶν τούτοις τοῖς λόγοις ῥᾳδίως ὑμᾶς ἐξαπατῆσαι. ὅτι δ᾽ οὐχ οἷόν τ᾽ ἦν τούτων γίγνεσθαι οὐδέν, ἀλλὰ διείρηται1 καθ᾽ ἕκαστον περὶ αὐτῶν, ἐκ τοῦ νόμου γνῶναι ῥᾴδιον. λαβὲ δ᾽ αὐτοῖς καὶ ἀναγίγνωσκε.“Νόμος”