Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ὅτι δ᾽ οὐδὲν καινὸν οὔτ᾽ ἐγὼ λέγω νῦν κελεύων Ῥοδίους ἐλευθεροῦν, οὔθ᾽ ὑμεῖς, ἂν πεισθῆτέ μοι, ποιήσετε, τῶν γεγενημένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω. ὑμεῖς ἐξεπέμψατε Τιμόθεόν ποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, βοηθήσοντ᾽ Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψηφίσματι ‘μὴ λύοντα τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα.’ ἰδὼν δ᾽ ἐκεῖνος τὸν μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα βασιλέως, Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, τῷ μὲν ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ προσκαθεζόμενος καὶ βοηθήσας ἠλευθέρωσε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.