Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἶμαι δεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δ᾽ οὐδεπώποθ᾽ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθ᾽ ὑμᾶς (ὡς γὰρ εἰπεῖν ἁπλῶς, ἅπαντες ὑπάρχειν ἐγνωκότες μοι δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα: ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ᾽ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.